γνωρίζεται δὲ τοῦτο σχεδὸν ἅπασιν ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν πείρας· ὅταν μὲν γὰρ ἄκρως εἰδῶμεν ὃ λέγομεν, χαίρων καὶ γεγηθὼς ὁ λόγος ἐμφαντικωτάτων καὶ κυρίων ὀνομάτων πλουτεῖ, οἷς κατὰ πολλὴν περιουσίαν εὐτρόχως καὶ ἀπταίστως ἔτι δὲ ἐναργῶς καὶ ἀνυσίμως τὸ δηλούμενον παρίστησιν· ὅταν δὲ τοῦ νοήματος ἐπαμφοτερίζῃ κατάληψις, ὑπὸ δεινῆς ἀπορίας προσεχῶν καὶ εὐθυβόλων 2 φωνεῖ UF: φωνεῖ τε HL λαλεῖ] καλεῖ L 3 προεξέρχεται coni. Maikland 5 κυοφορεῖ τε HL: κυοφορεῖται UF 7 ἡ] ἢ H 8 φωνὴ] φῶς vel φέγγος coni. Mang. 9 ἐστὶν αὕτη] ἐστὶ ταὐτὴ F αὕτη] αὐγή coni. Markland 10 ἕως] ὡς H 12 πάντα L, πάντας H εἴρηται UF: ὡς εἴρηται HL 13 γε om. HL 16 σπεύσει F 17 δηλωμένου H 20 παραιτώμεθα Markland ἀψύχους] ψυχροὺς coni. Mang. 22 ὥστ’ HL πάλιν U εἰ τὸν] τῶν H 23 ἱκανῆς coni. Markland 25 εἴδωμεν U, ἴδωμεν F 29 δίνης H προσεχῶν] προσηκόντων coni. Mang. ὀνομάτων παραπαίων ἀκυρολογεῖ· διόπερ αὐτός τε ἐν ἀηδίᾳ καὶ ἄσῃ περιρρέων καὶ πλανώμενος γίνεται τούς τε ἀκούοντας ἀντὶ τοῦ πείθειν τὰ ὦτα ἀλγεῖν ἀναγκάζει. μήτε δ’ ὁ πᾶς λόγος ὑπαντάτω μήτε πᾶσι τοῖς ἐνθυμήμασιν, ἀλλ’ ὁ τέλειος Ἀαρὼν τοῖς τοῦ τελειοτάτου Μωυσέως· ἐπεὶ τίνος ἕνεκα τῷ „ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου“ προσέθηκεν „ὁ Λευίτης“, εἰ μὴ τοῦ διδάξαι χάριν, ὅτι μόνῳ τῷ Λευίτῃ καὶ ἱερεῖ καὶ σπουδαίῳ λόγῳ προσήκει μηνύειν τὰ ἐνθυμήματα ψυχῆς τελείας ὄντα βλαστήματα; μὴ γάρ ποτε φαύλου λόγος ἑρμηνεὺς γένοιτο δογμάτων θείων — τὸ γὰρ κάλλος αὐτῶν οἰκείοις μιάσμασιν αἰσχύνει —, μηδ’ ἔμπαλιν σπουδαίου προφορᾷ τὰ ἀκόλαστα καὶ αἰσχρὰ μηνύοιτο, ἀλλ’ ἀεὶ τὴν τῶν ἁγίων διήγησιν ἱεροὶ καὶ ἅγιοι ποιείσθωσαν λόγοι. ἔν τινι τῶν εὐνομωτάτων πόλεων ἔθος εἶναί φασι τοιοῦτον· ἐπειδάν τις ἢ βουλῇ ἢ δήμῳ τῶν μὴ βεβιωκότων ὀρθῶς ἐπιχειρῇ γνώμην εἰσηγεῖσθαι, κωλύεται μὲν αὐτὸς δι’ ἑαυτοῦ τοῦτο πράττειν, ἀναγκάζεται δὲ πρὸς τῶν ἀρχόντων ἀνενεγκεῖν τὴν γνώμην ἑνὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· εἶτ’ ἐκεῖνος ἀναστὰς ἃ ἤκουσε διηγεῖται, ἀπερραμμένου τὸ στόμα τοῦ διδάξαντος ὁ ἐξ ὑπογυίου μαθητὴς ἀναφανείς, καὶ ἀλλοτρίας εὑρέσεις ἐπιδείκνυται, οὐδ’ ἀκροατοῦ τάξιν ἢ θεατοῦ τὸν ἐπινενοηκότα λαχεῖν ἀξιώσας. οὕτως οὐδὲ ὠφεληθῆναί τινες πρὸς ἀδίκων ἀξιοῦσιν, ἀλλὰ τῆς γενησομένης ὠφελείας μεῖζον τὸ ἐκ τῆς παρακολουθούσης βλαβερὸν αἰσχύνης νομίζουσι. τοῦτο τὸ δίδαγμα Μωυσῆς ὁ ἱερώτατός πως ἔοικεν ἀναδιδάξαι· τοιοῦτον γάρ ἐστι τὸ Ἀαρὼν τὸν Λευίτην ὑπαντᾶν τῷ ἀδελφῷ Μωυσεῖ καὶ ἰδόντα χαίρειν ἐν ἑαυτῷ (Exod. 4, 14). τὸ δὲ ἐν ἑαυτῷ χαίρειν ἐμφαίνει δίχα τοῦ λεχθέντος ἤδη καὶ πολιτικώτερον δόγμα, δηλοῦντος τοῦ νομοθέτου τὴν γνήσιον καὶ οἰκειοτάτην 1 παραπταίων Η ἀηδίᾳ] ἀνδία U ἄσση F περιρρέων F, περιρέων UH: ὢν περιρρέεται L, περιρρέων τε Turn., περιρρέεταί τε Mang. 2 γίγνεται F τοῦ] τῶν H 4 τοῖς — Ἀαρὼν (5) om. F Μωυσέος Η 5 τῷ] τὸ U 9 αἰσχυνεῖ coni. Mang. 12 ἐννομωτάτων Γ’ εἶναι] οὖν HL ’) τὴν γνώμην om. F 16 ἀπερραμμένου UF: ἀπερραμμένον HL 17 ὑπογύου F 20 γεννησομένης Η ἐκ τῆς] ἐκτὸς U παρακολουθείσης FL 21 τοῦτο τὸ δίδαγμα F: τὸ om. UHL; τοῦτο δὲ δόγμα coni. Mang. Μώσης Γ’ 22 πὼς add. F: om. UHL τὸ corr. Turn.: τὸν codd.; τὸ τὸν coni. Mang. 23 Μωσεῖ codd. 11 sqq. cf. Plut. de audiendo 6 p. 41 Β Reip. ger. praec. 4 p. 801 Β ἀνθρώπῳ χαράν.