<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="128"><p>φωνὴ  <milestone unit="altpage2" n="p. 216 M."/> δὲ τηλαυγεστάτη νοημάτων ἐστὶν αὕτη· καθάπερ γὰρ τὰ ἀποκείμενα ἐν σκότῳ κέκρυπται,
<lb n="10"/> ἕως ἂν ἐπιλάμψαν φῶς αὐτὰ δείξῃ, τὸν αὐτὸν τρόπον τὰ ἐνθυμήματα
ἐν ἀοράτῳ χωρίῳ, διανοίᾳ, ταμιεύεται, μέχρις ἂν οἷα φῶς ἐναυγάσασα
ἡ φωνὴ πάντ’ ἐκκαλύψῃ. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="129"><p><milestone unit="altref" n="35"/> παγκάλως οὖν εἴρηται, ὅτι ἐξέρχεται ὁ λόγος τοῖς νοήμασιν ὑπαντησόμενος, καὶ ἐπιτρέχει γε σπουδάζων καταλαβεῖν
αὐτά, διὰ τὸν τοῦ μηνῦσαι πόθον. ἑκάστῳ γὰρ τὸ ἴδιον ἔργον
<lb n="15"/> ποθεινότατον· ἴδιον δὲ λόγου τὸ λέγειν, πρὸς ὃ οἰκειώσει φυσικῇ τινι
σπεύδει. γέγηθε δὲ καὶ χαίρει, ὅταν ὥσπερ ἐναυγασθεὶς ἴδῃ καὶ καταλάβῃ
τὸν νοῦν τοῦ δηλουμένου πράγματος ἄκρως· τότε γὰρ περιδραξάμενος
ἄριστος ἑρμηνεὺς γίνεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="130"><p>τοὺς γοῦν μὴ πάνυ τῶν νοημάτων ἐν ταῖς τοῦ λέγειν διεξόδοις περικρατοῦντας ἀδολέσχους καὶ ἀπεραντολόγους
<lb n="20"/> ὄντας παραιτούμεθα, κενὰς καὶ μακρὰς ἔτι δὲ ἀψύχους κυρίως εἰπεῖν
ῥήσεις συνείροντας. ἀσχημονῶν οὖν ὁ τῶν τοιούτων λόγος δικαίως ἂν
στένοι, ὥστε ἔμπαλιν χαίρειν ἀναγκαῖον τὸν ἐκ περισκέψεως τῶν
ἐνθυμημάτων ἱκανῶς ἐπὶ τὴν ὧν εἶδε καὶ ὧν δυνατῶς κατέλαβε
μήνυσιν ἐλθόντα.</p></div></div></body></text></TEI>