αὐτοῖς ἐξ ἀνάγκης γέγηθε. δηλώσει δ’ ὁ τῷ πανσόφῳ Μωυσεῖ δοθεὶς χρησμός, ἐν ᾧ περιέχεται ταῦτα· „οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου, ὁ Λευίτης; ἐπίσταμαι ὅτι λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ“ (Exod. 4, 14). τὸν γὰρ προφορικὸν λόγον διανοίας ἀδελφὸν ὄντα ἐπίστασθαί φησιν ὁ δημιουργὸς ὅτι λαλεῖ· πεποίηκε γὰρ αὐτὸν ὥσπερ ὄργανον 8 ἀποτροπὴ HL: ἀποτροπὴν UF ὃ Η 9 πανακείας FHL, παν ακείας U: πανοικείας Tnrn. διώσηται F: δηώσηται ceteri 11 συγχάρητέ F 13 ἀγεννήτου codd. 14 δὲ oin. U 15 ὀρθώτατα FII, ὀρθότατον U 17 ἐπιγένημα UF ἐκτεμὸν coni. Marklaud 19 ἀκροατικῶς αὐτῆς eoni. Marklaud 20 πλάσμα F 21 αὖ τὰ Mang.: αὐτὰ codd. 24 θεοῦ UF: τοῦ θεοῦ HL οὕτω L 26 Μωσεῖ codd. 27 ἰδοὺ γὰρ 11 28 ὁ om. U Λευίτης UF: λέγων ὅτι HL 29 χαρίσεται U 31 λαλήσει coni. Maug. ὄργανον ὥσπερ transp. F τοῦ συγκρίματος ἡμῶν παντὸς ἔναρθρον ἠχήν. οὗτος ὁ λόγος ἐμοί τε καὶ σοὶ καὶ πᾶσιν ἀνθρώποις φωνεῖ καὶ λαλεῖ καὶ ἑρμηνεύει τὰ ἐνθυμήματα καὶ προσεξέρχεταί γε ὑπαντησόμενος οἷς ἡ διάνοια λελόγισται. ἐπειδὰν γὰρ ὁ νοῦς ἐξαναστὰς πρός τι τῶν οἰκείων ὁρμὴν λάβῃ ἢ κινηθεὶς ἔνδοθεν ἐξ ἑαυτοῦ ἢ δεξάμενος ἀπὸ τῶν ἐκτὸς τύπους διαφέροντας, κυοφορεῖ τε καὶ ὠδίνει τὰ νοήματα· καὶ βουλόμενος ἀποτεκεῖν ἀδυνατεῖ, μέχρις ἂν ἡ διὰ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων ὀργάνων ἠχὴ δεξαμένη μαίας τρόπον εἰς φῶς προαγάγῃ τὰ νοήματα. φωνὴ δὲ τηλαυγεστάτη νοημάτων ἐστὶν αὕτη· καθάπερ γὰρ τὰ ἀποκείμενα ἐν σκότῳ κέκρυπται, ἕως ἂν ἐπιλάμψαν φῶς αὐτὰ δείξῃ, τὸν αὐτὸν τρόπον τὰ ἐνθυμήματα ἐν ἀοράτῳ χωρίῳ, διανοίᾳ, ταμιεύεται, μέχρις ἂν οἷα φῶς ἐναυγάσασα ἡ φωνὴ πάντ’ ἐκκαλύψῃ. παγκάλως οὖν εἴρηται, ὅτι ἐξέρχεται ὁ λόγος τοῖς νοήμασιν ὑπαντησόμενος, καὶ ἐπιτρέχει γε σπουδάζων καταλαβεῖν αὐτά, διὰ τὸν τοῦ μηνῦσαι πόθον. ἑκάστῳ γὰρ τὸ ἴδιον ἔργον ποθεινότατον· ἴδιον δὲ λόγου τὸ λέγειν, πρὸς ὃ οἰκειώσει φυσικῇ τινι σπεύδει. γέγηθε δὲ καὶ χαίρει, ὅταν ὥσπερ ἐναυγασθεὶς ἴδῃ καὶ καταλάβῃ τὸν νοῦν τοῦ δηλουμένου πράγματος ἄκρως· τότε γὰρ περιδραξάμενος ἄριστος ἑρμηνεὺς γίνεται. τοὺς γοῦν μὴ πάνυ τῶν νοημάτων ἐν ταῖς τοῦ λέγειν διεξόδοις περικρατοῦντας ἀδολέσχους καὶ ἀπεραντολόγους ὄντας παραιτούμεθα, κενὰς καὶ μακρὰς ἔτι δὲ ἀψύχους κυρίως εἰπεῖν ῥήσεις συνείροντας. ἀσχημονῶν οὖν ὁ τῶν τοιούτων λόγος δικαίως ἂν στένοι, ὥστε ἔμπαλιν χαίρειν ἀναγκαῖον τὸν ἐκ περισκέψεως τῶν ἐνθυμημάτων ἱκανῶς ἐπὶ τὴν ὧν εἶδε καὶ ὧν δυνατῶς κατέλαβε μήνυσιν ἐλθόντα.