<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="125"><p>ἐν δὲ
τῇ τοῦ θεοῦ ποιητικῇ μύθου μὲν πλάσμα οὐδὲν εὑρήσεις, τοὺς δὲ <lb n="20"/>
ἀληθείας ἀσινεῖς κανόνας ἅπαντας ἐστηλιτευμένους, οὐδ’ αὖ τὰ φωνῆς
μέτρα καὶ ῥυθμοὺς καὶ μέλη ἀκοὰς διὰ μουσικῆς ψυχαγωγοῦντα, τὰ δὲ
φύσεως αὐτῆς τελειότατα ἔργα τὴν ἴδιον εὐαρμοστίαν κεκληρωμένα.
καθάπερ δὲ ὁ νοῦς ἀκροατικῶς ἔχων τῶν θεοῦ ποιημάτων χαίρει, οὕτως
καὶ ὁ λόγος συνῳδὸς ὢν τοῖς διανοίας ἐνθυμήμασι καὶ τρόπον τινὰ προσέχων <lb n="25"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="126"><p> αὐτοῖς ἐξ ἀνάγκης γέγηθε. <milestone unit="altref" n="34"/> δηλώσει δ’ ὁ τῷ πανσόφῳ Μωυσεῖ
δοθεὶς χρησμός, ἐν ᾧ περιέχεται ταῦτα· „οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός
σου, ὁ Λευίτης; ἐπίσταμαι ὅτι λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς
ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ“
(Exod. 4, 14). τὸν γὰρ προφορικὸν λόγον διανοίας ἀδελφὸν ὄντα ἐπίστασθαί <lb n="30"/>
φησιν ὁ δημιουργὸς ὅτι λαλεῖ· πεποίηκε γὰρ αὐτὸν ὥσπερ ὄργανον
<note xml:lang="mul" type="footnote"><lb/>8 ἀποτροπὴ HL: ἀποτροπὴν UF ὃ Η
<lb/>9 πανακείας FHL, παν ακείας U: πανοικείας Tnrn. διώσηται F: δηώσηται ceteri
<lb/>11 συγχάρητέ F
<lb/>13 ἀγεννήτου codd.
<lb/>14 δὲ oin. U
<lb/>15 ὀρθώτατα FII, ὀρθότατον U
<lb/>17 ἐπιγένημα UF ἐκτεμὸν coni. Marklaud
<lb/>19 ἀκροατικῶς <add>αὐτῆς</add> eoni. Marklaud 20 πλάσμα F
<lb/>21 αὖ τὰ Mang.: αὐτὰ codd.
<lb/>24 θεοῦ UF: τοῦ θεοῦ HL οὕτω L 
<lb/>26 Μωσεῖ codd.
<lb/>27 ἰδοὺ γὰρ
<lb/>11 28 ὁ om. U Λευίτης UF: λέγων ὅτι HL
<lb/>29 χαρίσεται U
<lb/>31 λαλήσει coni. Maug. ὄργανον ὥσπερ transp. F</note>  

<pb n="v.1.p.287"/>
τοῦ συγκρίματος ἡμῶν παντὸς ἔναρθρον ἠχήν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="127"><p>οὗτος ὁ λόγος ἐμοί τε καὶ σοὶ καὶ πᾶσιν ἀνθρώποις φωνεῖ καὶ λαλεῖ καὶ ἑρμηνεύει τὰ ἐνθυμήματα καὶ
προσεξέρχεταί γε ὑπαντησόμενος οἷς ἡ διάνοια λελόγισται. ἐπειδὰν γὰρ
ὁ νοῦς ἐξαναστὰς πρός τι τῶν οἰκείων ὁρμὴν λάβῃ ἢ κινηθεὶς ἔνδοθεν
<lb n="5"/> ἐξ ἑαυτοῦ ἢ δεξάμενος ἀπὸ τῶν ἐκτὸς τύπους διαφέροντας, κυοφορεῖ τε
καὶ ὠδίνει τὰ νοήματα· καὶ βουλόμενος ἀποτεκεῖν ἀδυνατεῖ, μέχρις ἂν
ἡ διὰ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων ὀργάνων ἠχὴ δεξαμένη
 μαίας τρόπον εἰς φῶς προαγάγῃ τὰ νοήματα.</p></div></div></body></text></TEI>