πέφυκε γὰρ ἡ δικαιοσύνη πρῶτον μὲν ἀνάπαυλαν ποιεῖν ἀντὶ καμάτου τὰ μεθόρια κακίας καὶ ἀρετῆς ἐξαδιαφοροῦσα, πλοῦτον καὶ δόξαν καὶ ἀρχὰς καὶ 2 πέτραν] τροφὴν coni. Mang. 4 δ’ HL 5 γίνεται U 7 ἁψικόρως FH 9 ἐλλαμβανομένοις UF: ἐλλαβομένοις HL 11 δ’ F οὐδὲν Mang.: οὐδὲ codd. προστίθησιν U 12 auxrjvMang.: αὐτῆς codd. πραγματευομένων L corr. 15 τεσσάρων L ὀδυνηρότατα coni. Mang. 17 ἡ μέλλειν κακὸν transp. U 18 λύπην] φόβον H 20 ἀγαθὸν F 21 ἀποτελεῖ] αὐτοτελῆ F corr. 22 τροφὸν H μεθιέμενοι H: μεθιέμεν οἱ UFL 23 ἡ U 24 ἀποκεκύηκε UF: ἀποκεκύηται HL δικαιοσύνην codd., corr. Turn. 25 ταύτης Mang.: ταύτη codd. τιμὰς καὶ ὅσα τούτων ἀδελφά, περὶ ἃ πραγματεύεται τὸ πλεῖστον ἀνθρώπων γένος, ἔπειτα λύπας ἀναιρεῖν, αἳ συνίστανται κατὰ τὰς ἐξ ἡμῶν αὐτῶν ἐνεργείας — οὐ γάρ, ὡς ἔνιοι τῶν ἀσεβῶν, τὸν θεὸν αἴτιον κακῶν φησι Μωυσῆς, ἀλλὰ τὰς ἡμετέρας χεῖρας, συμβολικῶς τὰ ἡμέτερα παριστὰς ἐγχειρήματα καὶ τὰς ἑκουσίους τῆς διανοίας πρὸς τὸ χεῖρον τροπάς —, ἐπὶ πᾶσι μέντοι „ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεὸς“ διαναπαύειν· αὕτη δέ ἐστι κακία, ἣ ταῖς τῶν ἀφρόνων ἐνίδρυται ψυχαῖς, ἧς καθάπερ νόσου βαρείας ἀποτροπὴ ὁ δίκαιος εὑρίσκεται πανακείας τυχὼν δικαιοσύνης. ὅταν μέντοι διώσηται τὰ κακά, χαρᾶς ἀναπίμπλαται, ὥσπερ ἡ Σάρρα· φησὶ γάρ· „γέλωτά μοι ἐποίησε κύριος“ καὶ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen. 21, 6). δημιουργὸς γὰρ ὁ θεὸς σπουδαίου γέλωτος καὶ χαρᾶς ἐστιν, ὥστε οὐ γενέσεως πλάσμα τὸν Ἰσαάκ, ἔργον δὲ τοῦ ἀγενήτου νομιστέον· εἰ γὰρ γέλως μὲν Ἰσαὰκ ἑρμηνεύεται, γέλωτος δὲ ποιητὴς ὁ θεὸς κατὰ τὴν Σάρρας ἀψευδῆ μαρτυρίαν, καὶ τοῦ Ἰσαὰκ ὀρθότατα λέγοιτ’ ἂν εἶναι πατήρ. μεταδίδωσι δὲ καὶ τῷ σοφῷ τῆς ἰδίου κλήσεως Ἀβραάμ, ᾧ καὶ τὸ χαίρειν, ἐπιγέννημα σοφίας, ἐκτεμὼν λύπην δεδώρηται. εἴ τις οὖν ἱκανός ἐστιν ἀκοῦσαι τῆς θεοῦ ποιητικῆς, γέγηθε μὲν ἐξ ἀνάγκης αὐτός, συγχαίρει δὲ καὶ τοῖς ἀκροατικῶς πρότερον ἐσχηκόσιν.