<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="121"><p>ᾗ μὲν οὖν ἀποκεκύηκε δικαιοσύνη ψυχῇ γενεὰν ἄρρενα, τὸν δίκαιον λογισμόν,
<lb n="25"/> ταύτης τὰ λυπηρὰ πάντα ἐξῴκισται. μαρτυρήσει δ’ ἡ Νῶε γένεσις —
ὃ ἑρμηνεύεται δίκαιος —, ἐφ’ οὗ λέγεται· „οὗτος διαναπαύσει ἡμᾶς
ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ
τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός“ (Gen. 5, 29).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="122"><p>πέφυκε γὰρ ἡ δικαιοσύνη πρῶτον μὲν ἀνάπαυλαν ποιεῖν ἀντὶ καμάτου τὰ μεθόρια
<lb n="30"/> κακίας καὶ ἀρετῆς ἐξαδιαφοροῦσα, πλοῦτον καὶ δόξαν καὶ ἀρχὰς καὶ
<note xml:lang="mul" type="footnote"><lb/>2 πέτραν] τροφὴν coni. Mang.
<lb/>4 δ’ HL
<lb/>5 γίνεται U
<lb/>7 ἁψικόρως FH 
<lb/>9 ἐλλαμβανομένοις UF: ἐλλαβομένοις HL
<lb/>11 δ’ F οὐδὲν Mang.: οὐδὲ codd. προστίθησιν U
<lb/>12 auxrjvMang.: αὐτῆς codd. πραγματευομένων L corr.
<lb/>15 τεσσάρων L ὀδυνηρότατα coni. Mang.
<lb/>17 ἡ μέλλειν κακὸν transp. U 
<lb/>18 λύπην] φόβον H
<lb/>20 ἀγαθὸν F
<lb/>21 ἀποτελεῖ] αὐτοτελῆ F corr. 
<lb/>22 τροφὸν H μεθιέμενοι H: μεθιέμεν οἱ UFL
<lb/>23 ἡ U
<lb/>24 ἀποκεκύηκε UF: ἀποκεκύηται HL δικαιοσύνην codd., corr. Turn.
<lb/>25 ταύτης Mang.: ταύτη codd.</note>  

<pb n="v.1.p.286"/>
τιμὰς καὶ ὅσα τούτων ἀδελφά, περὶ ἃ πραγματεύεται τὸ πλεῖστον
ἀνθρώπων γένος, ἔπειτα λύπας ἀναιρεῖν, αἳ συνίστανται κατὰ τὰς ἐξ
ἡμῶν αὐτῶν ἐνεργείας — οὐ γάρ, ὡς ἔνιοι τῶν ἀσεβῶν, τὸν θεὸν αἴτιον
κακῶν φησι Μωυσῆς, ἀλλὰ τὰς ἡμετέρας χεῖρας, συμβολικῶς τὰ
ἡμέτερα παριστὰς ἐγχειρήματα καὶ τὰς ἑκουσίους τῆς διανοίας πρὸς τὸ <lb n="5"/>
χεῖρον τροπάς —, <milestone unit="altref" n="33"/> ἐπὶ πᾶσι μέντοι „ἀπὸ τῆς γῆς ἧς κατηράσατο
 κύριος ὁ θεὸς“ διαναπαύειν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="123"><p>αὕτη δέ ἐστι κακία, <milestone unit="altpage1" n="p. 215 M."/>  ἣ ταῖς τῶν ἀφρόνων
ἐνίδρυται ψυχαῖς, ἧς καθάπερ νόσου βαρείας ἀποτροπὴ ὁ δίκαιος εὑρίσκεται
πανακείας τυχὼν δικαιοσύνης. ὅταν μέντοι διώσηται τὰ κακά,
χαρᾶς ἀναπίμπλαται, ὥσπερ ἡ Σάρρα· φησὶ γάρ· „γέλωτά μοι ἐποίησε <lb n="10"/>
κύριος“ καὶ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen.
 21, 6).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="124"><p>δημιουργὸς γὰρ ὁ θεὸς σπουδαίου γέλωτος καὶ χαρᾶς ἐστιν,
ὥστε οὐ γενέσεως πλάσμα τὸν Ἰσαάκ, ἔργον δὲ τοῦ ἀγενήτου νομιστέον·
εἰ γὰρ γέλως μὲν Ἰσαὰκ ἑρμηνεύεται, γέλωτος δὲ ποιητὴς ὁ θεὸς κατὰ
τὴν Σάρρας ἀψευδῆ μαρτυρίαν, καὶ τοῦ Ἰσαὰκ ὀρθότατα λέγοιτ’ ἂν <lb n="15"/>
εἶναι πατήρ. μεταδίδωσι δὲ καὶ τῷ σοφῷ τῆς ἰδίου κλήσεως Ἀβραάμ,
ᾧ καὶ τὸ χαίρειν, ἐπιγέννημα σοφίας, ἐκτεμὼν λύπην δεδώρηται. εἴ
τις οὖν ἱκανός ἐστιν ἀκοῦσαι τῆς θεοῦ ποιητικῆς, γέγηθε μὲν ἐξ ἀνάγκης
 αὐτός, συγχαίρει δὲ καὶ τοῖς ἀκροατικῶς πρότερον ἐσχηκόσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="125"><p>ἐν δὲ
τῇ τοῦ θεοῦ ποιητικῇ μύθου μὲν πλάσμα οὐδὲν εὑρήσεις, τοὺς δὲ <lb n="20"/>
ἀληθείας ἀσινεῖς κανόνας ἅπαντας ἐστηλιτευμένους, οὐδ’ αὖ τὰ φωνῆς
μέτρα καὶ ῥυθμοὺς καὶ μέλη ἀκοὰς διὰ μουσικῆς ψυχαγωγοῦντα, τὰ δὲ
φύσεως αὐτῆς τελειότατα ἔργα τὴν ἴδιον εὐαρμοστίαν κεκληρωμένα.
καθάπερ δὲ ὁ νοῦς ἀκροατικῶς ἔχων τῶν θεοῦ ποιημάτων χαίρει, οὕτως
καὶ ὁ λόγος συνῳδὸς ὢν τοῖς διανοίας ἐνθυμήμασι καὶ τρόπον τινὰ προσέχων <lb n="25"/>
</p></div></div></body></text></TEI>