<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="116"><p>αὕτη γὰρ οἷα μήτηρ
τῶν ἐν κόσμῳ γενομένη τὰς τροφὰς ἐξ ἑαυτῆς εὐθὺς ἤνεγκε τοῖς ἀποκυηθεῖσιν·
ἀλλ’ οὐχ ἅπαντα τροφῆς θείας ἠξιώθη, τὰ δ’ ὅσα τῶν
ἐκγόνων ἐπάξια τῶν γεννησάντων εὑρίσκετο· πολλὰ γὰρ ἔσθ’ ἃ λιμὸς
 ἀρετῆς, ὁ τοῦ περὶ τὰ σιτία καὶ ποτὰ σχετλιώτερος, διέφθειρε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="117"><p>φέρεται <lb n="25"/>
δ’ ἡ τῆς θείας σοφίας πηγὴ τοτὲ μὲν ἠρεμαιοτέρῳ καὶ πρᾳοτέρῳ
ῥεύματι, τοτὲ δὲ αὖ μετ’ ὀξυτέρου τοῦ τάχους καὶ πλείονος φορᾶς
τε καὶ ῥύμης· ὅταν μὲν οὖν ἠρέμα κατέρχηται, μέλιτος γλυκαίνει
<note xml:lang="mul" type="footnote"><lb/>1 ἄν scripsi: οὖν codd. δὲ om. Η
<lb/>2 ἡδοναῖς ἐπαλλήλοις U: ἐπαλλήλοις ἡδοναῖς ceteii ἔτι Markland: ἐπὶ codd.
<lb/>4 ὁ F: ὃ ceteri
<lb/>6 δ’ αἱ UH, δὲ αἱ F: δὲ (oin. αἱ) L
<lb/>7 φησὶν H
<lb/>8 γενήματα F δηλῶν ὅτι Markland: δηλονότι FHL, δηλονότι ὅτι U
<lb/>13 γενήματα UF 14 ἀποκύουσι δείκνυσι L γενήμασι F
<lb/>15 γὰρ om. F
<lb/>19 στερεὰν U: στερρὰν ceteri 
<lb/>20 ἀδιάκοπτον HL τροφὴν F
<lb/>22 γενομένων coni. Mang.
<lb/>25 διέφθειρεν UH
<lb/>26 ἡρεμαιτἐρω Η
<lb/>27 νεύματι U νάματι Mang.) δ’ FL αὖ om. U, αἶ (sic) Η</note>  

<pb n="v.1.p.285"/>
τὸν τρόπον, ὅταν δὲ μετ’ ὠκύτητος, ἀθρόα ὕλη καθάπερ ἔλαιον ψυχικοῦ
γίνεται φωτός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="118"><p>τὴν πέτραν ταύτην ἑτέρωθι συνωνυμίᾳ χρώμενος καλεῖ  μάννα, τὸν πρεσβύτατον  <milestone unit="altpage2" n="p. 214 M."/> τῶν ὄντων λόγον θεῖον, ὃς ὀνομάζεται τὸ
γενικώτατον τί, ἀφ’ οὗ δύο ἐγκρίδες, ἡ μὲν ἐκ μέλιτος, ἡ δὲ ἐξ ἐλαίου,
<lb n="5"/> γίνονται, τουτέστιν ἀγωγαὶ δύο σφόδρα ἀδιάκριτοι καὶ σπουδῆς ἄξιαι,
κατ’ ἀρχὰς μὲν γλυκύτητα ἐμποιοῦσαι τῶν ἐπιστήμης θεωρημάτων,
αὖθις δὲ καὶ φῶς τηλαυγέστατον ἀπαστράπτουσαι τοῖς μὴ ἁψικόρως
κραταιῶς δὲ καὶ παγίως ἐξ ἀδιαστάτου καὶ συνεχοῦς ἐπιμονῆς
ἐλλαμβανομένοις ὧν ἐρῶσιν. οὗτοι μὲν οὖν, ὡς ἔφην, „ἐπὶ τὴν ἰσχὺν
<lb n="10"/> τῆς γῆς ἀναβιβάζονται“ (Deut. 32, 13).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="119"><p><milestone unit="altref" n="32"/> Τῷ δὲ ἀθέῳ Κάιν οὐδὲν ἡ γῆ τῶν εἰς εὐτονίαν προστίθησι, καίτοι μηδὲν ἔξω τῶν περὶ αὐτὴν πραγματευομένῳ. διὸ καὶ κατ’
ἀκόλουθον „στένων καὶ τρέμων ἐπὶ τῆς γῆς“ εὑρίσκεται (Gen. 4, 12),
τουτέστι λύπῃ καὶ φόβῳ χρώμενος. τοιοῦτος δ’ ὁ φαῦλος κακοδαίμονος
<lb n="15"/> βίος, τῶν τεττάρων παθῶν τὰ ὀδυνηρότερα ἀποκεκληρωμένος φόβον τε
καὶ λύπην, τὴν μὲν τοῦ στένειν, τὸν δὲ τοῦ τρέμειν συνώνυμον· ἀνάγκη
γὰρ ἢ παρεῖναί τι κακὸν ἢ μέλλειν γε τῷ τοιούτῳ· τοῦ μὲν οὖν
μέλλοντος ἡ προσδοκία φόβον, τοῦ δὲ παρόντος ἡ χρῆσις λύπην
ἐγέννησεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="120"><p>ἀλλ’ ὅ γε μετιὼν ἀρετὴν ἐν εὐπαθείαις ἀναλογούσαις <lb n="20"/> ἐξετάζεται· ἢ γὰρ περιπεποίηται τἀγαθὸν ἢ περιποιήσεται· τὸ μὲν οὖν
ἔχειν ἀποτελεῖ χαράν, κτημάτων τὸ κάλλιστον, τὸ δὲ σχήσειν προσδοκᾶν
τὴν τροφὴν φιλαρέτων ψυχῶν ἐλπίδα, δι’ ἣν ὄκνον μεθιέμενοι σὺν
αὐτοκελεύστῳ ἑτοιμότητι πρὸς τὰ καλὰ τῶν ἔργων ἀπαντῶμεν.</p></div></div></body></text></TEI>