<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="113"><p>ἐμπιπλάμενος δὲ
μηδέποτε, ἢ ταῖς μετὰ γαστέρα χρώμενος ἡδοναῖς ἐπαλλήλοις καὶ ἔτι ταῖς
πρὸς συνουσίαν ὀρέξεσιν ἀκμάζων· ἡ μὲν γὰρ ἔνδεια ἀσθένειαν, ἰσχὺν
δ’ ἡ πλήρωσις ἀπεργάζεται· τὸ δ’ ἀκόρεστον ὁ μετ’ ἀφθονίας τῶν
ἐπιτηδείων σὺν ἀκρασίᾳ δεινῇ λιμός ἐστιν· ἄθλιοι δ’ ὧν μεστοὶ μὲν <lb n="5"/>
 οἱ ὄγκοι, κεναὶ δ’ αἱ ἐπιθυμίαι καὶ ἔτι διψῶσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="114"><p>ἀλλὰ τοὺς ἐραστὰς
ἐπιστήμης ἐν ᾠδῇ μεγάλῃ φησὶν ὅτι „ἀνεβίβασεν ἐπὶ τὴν ἰσχὺν τῆς
γῆς, καὶ ἐψώμισε γεννήματα ἀγρῶν„ (Deut. 32, 13), δηλῶν ὅτι ὁ μὲν
ἄθεος ἀτυχεῖ τοῦ τέλους, ἵνα μᾶλλον ὀδυνᾶται, μὴ προστιθεμένης ἰσχύος
οἷς ἐνεργεῖ, τοὐναντίον δ’ ὑφαιρουμένης, οἱ δὲ μετιόντες ἀρετὴν ὑπεράνω <lb n="10"/>
τῶν ὅσα γεώδη καὶ θνητὰ ἱστάμενοι τοῦ κράτους αὐτῶν κατὰ πολλὴν
περιουσίαν ἀλογοῦσιν, ἅτε ἡγεμόνι χρησάμενοι τῆς ἀνόδου θεῷ, ὃς καὶ
τὰ γεννήματα τῶν ἀγρῶν εἰς ἀπόλαυσιν καὶ χρῆσιν ὠφελιμωτάτην
αὐτοῖς ὀρέγει, τὰς μὲν ἀρετὰς ἀγροῖς, ἃ δ’ ἀποκύουσι γεννήμασι παρὰ
τὴν γένεσιν ἀπεικάζων· γίνεται μὲν γὰρ ἐκ φρονήσεως τὸ φρονεῖν, ἐκ <lb n="15"/>
δὲ σωφροσύνης τὸ σωφρονεῖν, ἐκ δὲ εὐσεβείας τὸ εὐσεβεῖν, καὶ ἀφ’
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="115"><p> ἑκάστης τῶν ἄλλων τὸ κατ’ αὐτὴν ἐνέργημα. <milestone unit="altref" n="31"/> ταῦτα δὲ ψυχῆς
τροφαὶ κυρίως εἰσὶ τῆς θηλάζειν ἱκανῆς, ὡς ὁ νομοθέτης φησί, „μέλι
ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας“ (ibid.), πέτραν τὴν στερεὰν
καὶ ἀδιάκοπον ἐμφαίνων σοφίαν θεοῦ, τὴν τροφὸν καὶ τιθηνοκόμον καὶ <lb n="20"/>
 κουροτρόφον τῶν ἀφθάρτου διαίτης ἐφιεμένων.</p></div></div></body></text></TEI>