<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="110"><p>ὅταν μέν γε αἱ αἰσθήσεις ἐξυβρίζωσι πρὸς τὰ ἐκτὸς αἰσθητὰ μετὰ ἀκατασχέτου ῥύμης ἐκφερόμεναι,
μηχανῇ τινι ὧν ἡ τέχνη κατεσκευάσατο ῥᾳδίως στέλλονται· ὅταν δὲ
<lb n="15"/> παλμῶδες ἐν ψυχῇ πάθος ὠμὸν γένηται κνησμοὺς καὶ γαργαλισμοὺς ἐξ
ἡδονῆς καὶ ἐπιθυμίας ἢ πάλιν δηγμούς τε καὶ πτοίας ἐκ φόβου καὶ
λύπης ἐμποιοῦν, προευτρεπισθέντι σωτηρίῳ πεπαίνεται φαρμάκῳ· καὶ
μὴν εἴ τις ἐπινεμομένη κακία μηκύνεται, τῆς ἐν σώματι ἑρπηνώδους
ἀδελφὴ νόσου, λόγῳ τομεῖ τῷ κατ’ ἐπιστήμην τέμνεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="111"><p>τὸν μὲν δὴ <lb n="20"/> τρόπον τοῦτον τὰ τῆς ἀγρίας ὕλης τιθασεύεται, τῶν δ’ ἡμέρων καὶ
καρποτόκων ἀρετῶν τὰ φυτὰ πάντα βλαστὰ μὲν ἔχει τὰ ἐπιτηδεύματα,
καρπὸν δὲ τὰς καλὰς πράξεις· ὧν ἕκαστον ἡ γεωργικὴ ψυχῆς τέχνη
συναύξει καὶ τό γε ἐφ’ ἑαυτὴν ἧκον μέρος ἀπαθανατίζει ταῖς ἐπιμελείαις.</p><lb n="25"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="112"><p><milestone unit="altref" n="30"/> Ἐναργῶς οὖν ἐπιδέδεικται γεωργὸς μὲν ὁ ἀστεῖος, γεωπόνος δὲ ὁ φαῦλος. καὶ εἴθε μέντοι γεωπονοῦντι αὐτῷ προσετίθει τὴν ἰσχὺν
 τὸ περὶ αὐτὸν γεῶδες, ἀλλὰ μὴ καὶ τῆς  <milestone unit="altpage2" n="p. 213 M."/> οὔσης ὑφῄρει δυνάμεως·
λέγεται γὰρ ὅτι „οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι“ (Gen. 4, 12)·
<note xml:lang="mul" type="footnote"><lb/>2 τῆς] τῶν U θατέρας H
<lb/>3 ἀφαυανεῖσθαι UFL, ἀφαυνεῖσθαι Η, corr. Turn. 
<lb/>4 ὃ δ’ H, οὐδ’ U εὐκαρπίαν codd.: εὐκαρπίας v τροφῆς scripsi: τροφεῖα codd. δὲ om. HL
<lb/>5 ἔργα τεχνικὰ τῶν κατὰ γεωργίαν transp. HL ἔ ἐμείναμεν (sic) Γ’
<lb/>12 γε] γὰρ coni. Wendl. ἐξυβρίζωσι UF: ἐξυβρίσωσι HL
<lb/>13 ἐκφερόμενα Η
<lb/>14 στέλλονται UF: συστέλλονται HL 
<lb/>15 καὶ Wendl.: ἡ codd.
<lb/>16 καὶ ἐπιθυμίας UF: ἡ ἐπιθυμίας HL
<lb/>19 τῷ] τοῦ U
<lb/>20 τιθασσεύεται codd.
<lb/>21 βλαστὰ] βλάστας coni. Mang., βλαστήματα coni. Wendl. τὰ <add>καλὰ</add> ἐπιτηδεύματα coni. Markland
<lb/>22 γεωργικῆς U 
<lb/>23 γ’ U αὑτὴν H ἀπαθανατίζει scripsi: ἀπαθανατίζεται codd.
<lb/>26 δ’ UF 
<lb/>28 προσθήσειν F</note>  

<pb n="v.1.p.284"/>
 ὁποῖός τις ἂν γένοιτο ἄνθρωπος ἐσθίων μὲν ἢ πίνων ἀεί,</p></div></div></body></text></TEI>