καὶ μὴν ὅ γε προτρεπτικὸς λόγος τοῦ πατρὸς ἀνάγκην ἐπιτίθησιν οὐδεμίαν, ἵνα ἐθελουργὸς καὶ αὐτοκέλευστος ἐπιτηδεύῃς τὰ βελτίω, φησὶ γάρ· „πορευθεὶς ἴδε,“ θέασαι καὶ 2 χρείαν F 3 ἀθρῶον (sic) F 4 ἡ] εἰς U 6 ταὐτὸν HL 8 ἴδιον F μήτε post ἰδίᾳ] μή με Η 10 ἔχει codd. ἔχειν Laur. Conv. 59) 12 καὶ ὡς ψυχῆς L καὶ περὶ UF: καὶ om. HL 13 πλεονεκτήματα λεγόμενα UF: λεγόμενα πλεονεκτήματα· HL 18 αὖ τὴν] αὐτὴν F ἐγγινομένας UF: γινομένας HL 19 ἀντίταξιν UF: ἀντιπαράταξιν HL 20 λαβεῖν HL1 21 μαθεῖν] παθεῖν U ἀλλὰ F 22 ὡμολογηκὼς] ἐγνωκὼς coni. Mang. 24 ἱκανότητα L 25 ἑτοιμότατα 11 ἀληθινὸς UFH: ἀληθὴς L 28 ἴν’ U 29 καὶ om. HL κατανόησον καὶ πάνυ ἀκριβῶς περίσκεψαι τὸ πρᾶγμα· εἰδέναι γάρ σε δεῖ περὶ ὃ μέλλεις πονεῖσθαι πρότερον, εἶτ’ αὖθις ἐπὶ τὴν ἐπιμέλειαν αὐτοῦ χωρεῖν. ὅταν μέντοι διακύψῃς καὶ περιαγαγὼν ὄμμα ὅλον δι’ ὅλων καταθεάσῃ, προσεξέτασον καὶ τοὺς ἐπιθεμένους ἤδη καὶ ἀσκητὰς αὐτοῦ γεγονότας, εἰ τοῦτο δρῶντες „ὑγιαίνουσιν“ ἀλλὰ μὴ μεμήνασι, καθάπερ οἱ φιλήδονοι διασύροντες καὶ ἐπιχλευάζοντες νομίζουσι. μήτε δὲ τὴν θέαν τοῦ πράγματος μήτε τὴν περὶ τοῦ ὑγιαίνειν τοὺς ἀσκητὰς διάγνωσιν βεβαιώσῃ παρὰ σεαυτῷ, πρὶν „ἀναγγεῖλαι“ καὶ ἀνενεγκεῖν τῷ πατρί· γνῶμαι γὰρ αἱ μὲν τῶν ἄρτι μανθάνειν ἀρχομένων ἄστατοι καὶ ἀνίδρυτοι, πάγιοι δ’ αἱ τῶν προκεκοφότων, ἀφ’ ὧν τὸ ἀκλινὲς κἀκείνους λαμβάνειν ἀναγκαῖον. Τοῦτον, ὦ διάνοια, τὸν τρόπον ἐὰν ἐρευνᾷς τοὺς ἱεροφαντηθέντας λόγους μὲν θεοῦ, νόμους δὲ ἀνθρώπων θεοφιλῶν, οὐδὲν ταπεινὸν οὐδ’ ἀνάξιον τοῦ μεγέθους αὐτῶν ἀναγκασθήσῃ παραδέχεσθαι. αὐτὸ γὰρ τοῦτο, περὶ οὗ νῦν ὁ λόγος ἐστί, πῶς ἄν τις τῶν εὖ φρονούντων παραδέξαιτο; ἆρα τοσαύτην σπάνιν οἰκετῶν ἢ ὑπηρετῶν εἰκὸς εἶναι τῷ βασιλέως ἔχοντι περιουσίαν Ἰακώβ, ὡς υἱὸν ἐπὶ τὴν ξένην ἐκπέμπειν διαγγελοῦντα περὶ τῶν ἄλλων παίδων, εἰ ὑγιαίνουσι, καὶ προσέτι τῶν θρεμμάτων; ὁ πάππος αὐτοῦ χωρὶς τοῦ πλήθους τῶν αἰχμαλώτων, οὓς ἐννέα βασιλεῖς καθελὼν ἀπήγαγεν, ὑπὲρ τριακοσίους ἔσχεν οἰκότριβας· μεμείωται δὲ τῆς οἰκίας οὐδέν, ἀλλὰ χρόνου προϊόντος πάντα διὰ πάντων ἔλαβεν αὔξησιν. οὐκ ἂν οὖν ἀφθόνου θεραπείας ὑπαρχούσης υἱὸν ἠξίου πέμπειν, οὗ μάλιστα ἐκήδετο, ἐπὶ πρᾶξιν, ἣν καὶ τῶν εὐτελεστάτων ἄν τις ῥᾳδίως κατώρθωσεν. ἀλλ’ ὁρᾷς ὅτι καὶ τὸ χωρίον, ὅθεν αὐτὸν ἐκπέμπει, περιττῶς ἀναγράφει μόνον οὐκ ἐναργῶς προτρέπων ἀφίστασθαι τοῦ ῥητοῦ· „ἐκ γὰρ τῆς κοιλάδος τῆς Χεβρών“ (Gen. 37, 14)· συζυγὴ δὲ καὶ συνεταιρὶς Χεβρὼν καλεῖται συμβολικῶς ἡμῶν τὸ σῶμα, ὅτι συνέζευκται καὶ ὥσπερ ἑταιρίαν καὶ φιλίαν πρὸς ψυχὴν τέθειται· κοιλάδας δὲ ἔχει τὰ αἰσθητήρια, μεγάλας δεξαμενὰς ἁπάντων ὅσα ἐκτὸς αἰσθητά, ἃ τὰς παμπληθεῖς ποιότητας ἐπαντλοῦντα καὶ διὰ τῶν δεξαμενῶν ἐπεισχέοντα τῇ διανοίᾳ κατακλύζει καὶ βύθιον αὐτὴν ἀπεργάζεται.