<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="106"><p>ἤδη δὲ
καὶ ἄμπελον ἰδὼν εὐθηνοῦσαν τὰς κληματίδας ἔτεινε κατὰ γῆς, τάφρους
ὀρυξάμενος καὶ τὸν χοῦν αὖθις ἐπενεγκών· αἱ δ’ ἀντὶ <milestone unit="altpage1" n="p. 212 M."/>  μερῶν ὅλαι καὶ
ἀντὶ θυγατέρων μητέρες οὐκ εἰς μακρὰν ἐγίνοντο, ἔτι καὶ τῆς φύσει
μητρὸς ἀποδύσασαι τὸ γῆρας· παυσαμένη γὰρ τοῦ διανέμειν καὶ κατακερματίζειν <lb n="20"/>
τὴν τροφὴν πολλοῖς ἐκγόνοις ἅτε ἱκανοῖς γεγονόσιν ἐξ ἑαυτῶν
τρέφεσθαι, παρ’ ἣν αἰτίαν λιμώττουσα ἠσθένει, μόλις διακορὴς ἐγένετο,
 ὡς πιανθεῖσαν πάλιν ἀνηβῆσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="107"><p>ἕτερον δὲ ἐθεασάμην, ὃς τῶν ἡμέρων
δένδρων οὐκ εὐγενὲς ὃ μὲν ὑπερεῖχε τῆς γῆς ἔρνος ἔτεμε, μικρὸν δ’
ὅσον πρὸς αὐταῖς ῥίζαις ἀνέχον εἴασε, λαβὼν δ’ ἀπ’ εὐγενοῦς ἑτέρου <lb n="25"/>
κλάδον εὐφυᾶ τὸν μὲν ἄχρι τῆς ἐντεριώνης καθ’ ἓν μέρος ἀπέξεσε,
τὸ δὲ πρὸς ταῖς ῥίζαις οὐ κατὰ πολλοῦ βάθους ἐντεμών, ἀλλ’ ὥστε
διαστῆσαι μόνον τὴν ἕνωσιν, τὸ ἀπεξεσμένον ὑπενεγκὼν ἐνηρμόσατο τῷ
<note xml:lang="mul" type="footnote"><lb/>4 ἡ γεωργία F: ἡ γεωργική ceteri πολλοὶ δὲ καὶ οἱ τῶν Γ’
<lb/>7 κατὰ δὲ τύχην F 
<lb/>8 τὰ δὲ τῶν UF: τῶν δὲ HL τὰ alterum] ἃ UF
<lb/>13 τείχους] τάχους F 
<lb/>14 ἐᾶν HL αὐτῆς F διαφέροντες F
<lb/>15 τῶν HL: τῶ F, τὸ U
<lb/>16 συντέμνων] συστέλλων coni. Mang.
<lb/>17 ἔτεινε UF: ἐκκλίνειν HL, ἐκκλίνει v
<lb/>18 ἐπενεγκών HL: ὑπενεγκών UF αἲ Γ’
<lb/>19 ἐγίνοντο UFH: ἐγένοντο L τῆ φύσει F
<lb/>20 ἀποδύσασθαι FH; ἀποδυσάσης coni. Mang. παυσαμένης L
<lb/>21 ἐκγόνοις UF: ἐγγόνοις HL
<lb/>23 ὃς] ὡς UF
<lb/>24 οὐ U εὐγενὲς ὃ om. U ἔτεμεν U
<lb/>25 ῥίζαι U
<lb/>26 τὸν] τὸ U ἐντεριόνῆς F
<lb/>27 ἀντεμών U, ἐκτεμών Mang.
<lb/>28 διαστῆναι F ὑπενεγκὼν HL: ἐπενεγκὼν UF; ὐπεισενεγκὼν coni. Mang.</note>  

<pb n="v.1.p.283"/>
διαστήματι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="108"><p>ἐξ ὧν ἀμφοτέρων μία δένδρου φύσις ἡνωμένη γίνεται, ἑκατέρου μέρους ἀντίδοσιν τῆς ὠφελείας θατέρῳ ποιουμένου· αἱ μὲν
γὰρ ῥίζαι τὸν ἐφαρμοσθέντα τρέφουσι καὶ κωλύουσιν ἀφαυαίνεσθαι κλάδον,
ὁ δ’ εὐκαρπίαν ἀμοιβὴν τροφῆς ἀντιχαρίζεται ταύταις. ἔστι δὲ καὶ
<lb n="5"/> ἄλλα μυρία τῶν κατὰ γεωργίαν τεχνικὰ ἔργα, ὧν περιττὸν ἐν τῷ
παρόντι μεμνῆσθαι· τοῦ γὰρ διαφορὰν ἐνδείξασθαι μόνον ἐργάτου γῆς
καὶ γεωργοῦ χάριν ταῦτ’ ἐμηκύναμεν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="109"><p><milestone unit="altref" n="29"/> ὁ μὲν δὴ φαῦλος τὸ γεῶδες σῶμα καὶ τὰς συγγενεῖς αἰσθήσεις αὐτῷ καὶ ὅσα ἐκτὸς αἰσθητὰ
ἐργαζόμενος ἀτέχνως οὐ παύεται, καὶ βλάπτει μὲν τὴν παναθλίαν ψυχὴν
<lb n="10"/> ἑαυτοῦ, βλάπτει δὲ καὶ ὃ δοκεῖ μάλιστα ὠφελεῖν τὸ ἴδιον σῶμα· τῷ
δὲ σπουδαίῳ — τέχνης γὰρ ἔμπειρος γεωργικῆς ἐστιν — ἡ ὕλη πᾶσα
τεχνικῶς καὶ σὺν λόγῳ μεθοδεύεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="110"><p>ὅταν μέν γε αἱ αἰσθήσεις ἐξυβρίζωσι πρὸς τὰ ἐκτὸς αἰσθητὰ μετὰ ἀκατασχέτου ῥύμης ἐκφερόμεναι,
μηχανῇ τινι ὧν ἡ τέχνη κατεσκευάσατο ῥᾳδίως στέλλονται· ὅταν δὲ
<lb n="15"/> παλμῶδες ἐν ψυχῇ πάθος ὠμὸν γένηται κνησμοὺς καὶ γαργαλισμοὺς ἐξ
ἡδονῆς καὶ ἐπιθυμίας ἢ πάλιν δηγμούς τε καὶ πτοίας ἐκ φόβου καὶ
λύπης ἐμποιοῦν, προευτρεπισθέντι σωτηρίῳ πεπαίνεται φαρμάκῳ· καὶ
μὴν εἴ τις ἐπινεμομένη κακία μηκύνεται, τῆς ἐν σώματι ἑρπηνώδους
ἀδελφὴ νόσου, λόγῳ τομεῖ τῷ κατ’ ἐπιστήμην τέμνεται.</p></div></div></body></text></TEI>