<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="104"><p><milestone unit="altref" n="28"/> Ἐργάσεται διὰ τοῦτο τὴν γῆν (Gen. 4, 12), οὐ γεωργήσει·
γεωργὸς μὲν γὰρ πᾶς τεχνίτης, ὅτι τέχνη καὶ ἡ γεωργία, πολλοὶ δὲ τῶν
ἰδιωτῶν γεωπόνοι τὴν ἄνευ ἐμπειρίας ἕνεκα τῶν ἀναγκαίων μετιόντες <lb n="5"/>
ὑπηρεσίαν· οὗτοι μὲν οὖν ἐν οἷς δρῶσι πολλὰ βλάπτουσιν ἐπιστάτου
μὴ τυχόντες· ἃ δ’ ἂν καὶ εὖ ἐργάσωνται, κατὰ τύχην, οὐ σὺν λόγῳ,
κατορθοῦσι· τὰ δὲ τῶν γεωργῶν τὰ μετ’ ἐπιστήμης ἐνεργούμενα πάντ’
 ἐστὶν ἐξ ἀνάγκης ὠφέλιμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="105"><p>τούτου χάριν ὁ νομοθέτης τῷ δικαίῳ Νῶε
τὴν γεωργικὴν ἀνῆψε τέχνην (Gen. 9, 20), ἐκδιδάσκων ὅτι καθάπερ <lb n="10"/>
γεωργὸς ἀγαθὸς ὁ σπουδαῖος τῆς τε ἀγρίας ὕλης τὰ μὲν ὅσα βλαβερὰ
ἔρνη πρὸς παθῶν ἢ κακιῶν φυτευθέντα ἐκκόπτει, τὰ δ’ ὅσα μὴ καρποτόκα
μὲν δύναται δὲ ἀντὶ τείχους φραγμὸς εἶναι ψυχῆς ὀχυρώτατος
ἐᾷ, καὶ πάλιν αὖ τῆς ἡμέρου πάσης κατὰ διαφέροντας καὶ οὐχὶ τοὺς
αὐτοὺς τρόπους ἐπιμελεῖται, τῶν μὲν ἀφαιρῶν, τοῖς δὲ προστιθείς, καὶ <lb n="15"/>
 τὰ μὲν εἰς μέγεθος αὔξων, τὰ δὲ εἰς βραχύτητα συντέμνων·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="106"><p>ἤδη δὲ
καὶ ἄμπελον ἰδὼν εὐθηνοῦσαν τὰς κληματίδας ἔτεινε κατὰ γῆς, τάφρους
ὀρυξάμενος καὶ τὸν χοῦν αὖθις ἐπενεγκών· αἱ δ’ ἀντὶ <milestone unit="altpage1" n="p. 212 M."/>  μερῶν ὅλαι καὶ
ἀντὶ θυγατέρων μητέρες οὐκ εἰς μακρὰν ἐγίνοντο, ἔτι καὶ τῆς φύσει
μητρὸς ἀποδύσασαι τὸ γῆρας· παυσαμένη γὰρ τοῦ διανέμειν καὶ κατακερματίζειν <lb n="20"/>
τὴν τροφὴν πολλοῖς ἐκγόνοις ἅτε ἱκανοῖς γεγονόσιν ἐξ ἑαυτῶν
τρέφεσθαι, παρ’ ἣν αἰτίαν λιμώττουσα ἠσθένει, μόλις διακορὴς ἐγένετο,
 ὡς πιανθεῖσαν πάλιν ἀνηβῆσαι.</p></div></div></body></text></TEI>