<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="101"><p>ἀλλὰ χρὴ τούτων ἑκάστῳ καταχρῆσθαι μὴ πρὸς ἃ δύναται μᾶλλον ἢ πρὸς τὰ βέλτιστα· δύναται μὲν
γὰρ πάνθ’ ὁρᾶν χρώματα καὶ σχήματα ἡ ὄψις, ἀλλ’ ὁράτω τὰ φωτός,
μὴ σκότους, ἄξια· δύναται δὲ καὶ τὸ οὖς πασῶν ἀντιλαμβάνεσθαι
φωνῶν, ἀλλ’ ἐνίων παρακουέτω, μυρία γὰρ τῶν λεγομένων αἰσχρά·
 μηδ’ ὅτι γεύσεώς  <milestone unit="altpage2" n="p. 211M."/> σοι μεταδέδωκεν ἡ φύσις, ὦ τετυφωμένε, τρόπον
<lb n="11"/> αἰθυίης πάντων ἀπλήστως ἐμφοροῦ· πολλὰ γὰρ τῶν οὐ τροφίμων μόνον
ἀλλὰ καὶ περιττῶν νόσους μετὰ χαλεπῆς ὠδῖνος ἔτεκε·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="102"><p>μηδ’ ὅτι μερῶν τῶν πρὸς γονὰς ἠξιώθης ἕνεκα τῆς διαμονῆς τοῦ παντός, φθορὰς καὶ
μοιχείας καὶ τὰς ἄλλας οὐκ εὐαγεῖς μίξεις μετέρχου, ἀλλ’ ὅσαι μετὰ
<lb n="15"/> νόμου τὸ ἀνθρώπων σπείρουσί τε καὶ φυτεύουσι γένος· μηδ’ ὅτι
γλώττης καὶ στόματος καὶ φωνητηρίων ὀργάνων μεμοίρασαι, πάντ’
ἐκλάλει, καὶ τὰ ἄρρητα· τὸ γὰρ ἐχεμυθεῖν ἔστιν ὅπου χρήσιμον, καί μοι
δοκοῦσιν οἱ μαθόντες λέγειν μεμαθηκέναι καὶ ἡσυχάζειν, τῆς αὐτῆς
δυνάμεως περιποιούσης ἑκάτερον, οἱ δ’ ὅσα μὴ προσῆκε διεξιόντες οὐ
<lb n="20"/> δύναμιν λόγων ἀλλ’ ἡσυχίας ἀσθένειαν ἐπιδείκνυσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="103"><p>διὸ σπουδάζωμεν ἕκαστον τῶν εἰρημένων στομίων καταδεῖν τοῖς ἀρρήκτοις ἐγκρατείας
δεσμοῖς· „ὅσα γὰρ οὐχὶ δεσμῷ καταδεῖται“ φησὶ Μωυσῆς ἐν ἑτέροις
(Num. 19, 15) „ἀκάθαρτα εἶναι,“ ὡς ἂν τοῦ κεχαλάσθαι καὶ κεχηνέναι
καὶ λελύσθαι τὰ ψυχῆς μέρη κακοδαιμονίας αἰτίου, τοῦ δὲ συνῆχθαι
<lb n="25"/> καὶ συνεσφίγχθαι ὀρθὸν καὶ βίον καὶ λόγον ἐργαζομένου. τὸν ἄθεον
οὖν καὶ ἀσεβῆ Κάιν δεόντως καταρᾶται, ὅτι τοὺς φωλεοὺς τοῦ συγκρίματος
διοίξας ἐπικέχηνε πᾶσι τοῖς ἐκτός, εὐχόμενος δι’ ἀπληστίαν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνευρυθῆναι F
<lb/>2 πλημμυροῦντος F: πλημμύροντος ceteri
<lb/>3 ἀντωθοῦντος voluit Mang.
<lb/>4 ἐγκαταποθεὶς UF: ἐγκαρποθεὶς Η, ἐγκαρπωθεὶς L
<lb/>5 ἑκάστων U, ἕκαστον F
<lb/>7 ἀλλὰ L ὁράτω] ἀοράτως F
<lb/>10 μεταδέδωκεν UF: μετέδωκεν IIL τετυπωμένε FH
<lb/>11 οὐ x003E; τροφίμων coni. Mang. μόνων Η 
<lb/>17 ἐκλάλει] ἐκάλει Η ἄρρητα] ἀπόρρητα coni. Mang.
<lb/>19 ποιούσης U σθαι οἱ δ’] οὐδ’ F
<lb/>20 ἡσυχίας ἀσθένειαν UF: ἡσυχίαν ἀσθενῆ HL ἐπιδείκνυνται L: δείκνυσθαι UF, ἐπιδείκνυνται Η σπουδάζωμεν U: σπουδάζομεν ceteri
<lb/>21 στομίων om. F
<lb/>24 ψυχῆς UF: τῆς ψυχῆς HL τοῦ] τὸ UF
<lb/>25 ὀρθὸν καὶ UF: καὶ ὀρθὸν HL
<lb/>26 καὶ om. UF
<lb/>27 ἐπικέχηναι F τοῖς] τὸ UF δϊαπληστίαν F, δ’ ἀπληστίαν L, δι’ ἀπληστίας Turn.</note>  

<pb n="v.1.p.282"/>
δέξασθαί τε αὐτὰ καὶ χωρῆσαι ἐπ’ ὀλέθρῳ τοῦ φιλοθέου δόγματος
Ἄβελ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="104"><p><milestone unit="altref" n="28"/> Ἐργάσεται διὰ τοῦτο τὴν γῆν (Gen. 4, 12), οὐ γεωργήσει·
γεωργὸς μὲν γὰρ πᾶς τεχνίτης, ὅτι τέχνη καὶ ἡ γεωργία, πολλοὶ δὲ τῶν
ἰδιωτῶν γεωπόνοι τὴν ἄνευ ἐμπειρίας ἕνεκα τῶν ἀναγκαίων μετιόντες <lb n="5"/>
ὑπηρεσίαν· οὗτοι μὲν οὖν ἐν οἷς δρῶσι πολλὰ βλάπτουσιν ἐπιστάτου
μὴ τυχόντες· ἃ δ’ ἂν καὶ εὖ ἐργάσωνται, κατὰ τύχην, οὐ σὺν λόγῳ,
κατορθοῦσι· τὰ δὲ τῶν γεωργῶν τὰ μετ’ ἐπιστήμης ἐνεργούμενα πάντ’
 ἐστὶν ἐξ ἀνάγκης ὠφέλιμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="105"><p>τούτου χάριν ὁ νομοθέτης τῷ δικαίῳ Νῶε
τὴν γεωργικὴν ἀνῆψε τέχνην (Gen. 9, 20), ἐκδιδάσκων ὅτι καθάπερ <lb n="10"/>
γεωργὸς ἀγαθὸς ὁ σπουδαῖος τῆς τε ἀγρίας ὕλης τὰ μὲν ὅσα βλαβερὰ
ἔρνη πρὸς παθῶν ἢ κακιῶν φυτευθέντα ἐκκόπτει, τὰ δ’ ὅσα μὴ καρποτόκα
μὲν δύναται δὲ ἀντὶ τείχους φραγμὸς εἶναι ψυχῆς ὀχυρώτατος
ἐᾷ, καὶ πάλιν αὖ τῆς ἡμέρου πάσης κατὰ διαφέροντας καὶ οὐχὶ τοὺς
αὐτοὺς τρόπους ἐπιμελεῖται, τῶν μὲν ἀφαιρῶν, τοῖς δὲ προστιθείς, καὶ <lb n="15"/>
 τὰ μὲν εἰς μέγεθος αὔξων, τὰ δὲ εἰς βραχύτητα συντέμνων·</p></div></div></body></text></TEI>