ἀλλὰ χρὴ τούτων ἑκάστῳ καταχρῆσθαι μὴ πρὸς ἃ δύναται μᾶλλον ἢ πρὸς τὰ βέλτιστα· δύναται μὲν γὰρ πάνθ’ ὁρᾶν χρώματα καὶ σχήματα ἡ ὄψις, ἀλλ’ ὁράτω τὰ φωτός, μὴ σκότους, ἄξια· δύναται δὲ καὶ τὸ οὖς πασῶν ἀντιλαμβάνεσθαι φωνῶν, ἀλλ’ ἐνίων παρακουέτω, μυρία γὰρ τῶν λεγομένων αἰσχρά· μηδ’ ὅτι γεύσεώς σοι μεταδέδωκεν ἡ φύσις, ὦ τετυφωμένε, τρόπον αἰθυίης πάντων ἀπλήστως ἐμφοροῦ· πολλὰ γὰρ τῶν οὐ τροφίμων μόνον ἀλλὰ καὶ περιττῶν νόσους μετὰ χαλεπῆς ὠδῖνος ἔτεκε· μηδ’ ὅτι μερῶν τῶν πρὸς γονὰς ἠξιώθης ἕνεκα τῆς διαμονῆς τοῦ παντός, φθορὰς καὶ μοιχείας καὶ τὰς ἄλλας οὐκ εὐαγεῖς μίξεις μετέρχου, ἀλλ’ ὅσαι μετὰ νόμου τὸ ἀνθρώπων σπείρουσί τε καὶ φυτεύουσι γένος· μηδ’ ὅτι γλώττης καὶ στόματος καὶ φωνητηρίων ὀργάνων μεμοίρασαι, πάντ’ ἐκλάλει, καὶ τὰ ἄρρητα· τὸ γὰρ ἐχεμυθεῖν ἔστιν ὅπου χρήσιμον, καί μοι δοκοῦσιν οἱ μαθόντες λέγειν μεμαθηκέναι καὶ ἡσυχάζειν, τῆς αὐτῆς δυνάμεως περιποιούσης ἑκάτερον, οἱ δ’ ὅσα μὴ προσῆκε διεξιόντες οὐ δύναμιν λόγων ἀλλ’ ἡσυχίας ἀσθένειαν ἐπιδείκνυσθαι. διὸ σπουδάζωμεν ἕκαστον τῶν εἰρημένων στομίων καταδεῖν τοῖς ἀρρήκτοις ἐγκρατείας δεσμοῖς· „ὅσα γὰρ οὐχὶ δεσμῷ καταδεῖται“ φησὶ Μωυσῆς ἐν ἑτέροις (Num. 19, 15) „ἀκάθαρτα εἶναι,“ ὡς ἂν τοῦ κεχαλάσθαι καὶ κεχηνέναι καὶ λελύσθαι τὰ ψυχῆς μέρη κακοδαιμονίας αἰτίου, τοῦ δὲ συνῆχθαι καὶ συνεσφίγχθαι ὀρθὸν καὶ βίον καὶ λόγον ἐργαζομένου. τὸν ἄθεον οὖν καὶ ἀσεβῆ Κάιν δεόντως καταρᾶται, ὅτι τοὺς φωλεοὺς τοῦ συγκρίματος διοίξας ἐπικέχηνε πᾶσι τοῖς ἐκτός, εὐχόμενος δι’ ἀπληστίαν 1 ἀνευρυθῆναι F 2 πλημμυροῦντος F: πλημμύροντος ceteri 3 ἀντωθοῦντος voluit Mang. 4 ἐγκαταποθεὶς UF: ἐγκαρποθεὶς Η, ἐγκαρπωθεὶς L 5 ἑκάστων U, ἕκαστον F 7 ἀλλὰ L ὁράτω] ἀοράτως F 10 μεταδέδωκεν UF: μετέδωκεν IIL τετυπωμένε FH 11 οὐ x003E; τροφίμων coni. Mang. μόνων Η 17 ἐκλάλει] ἐκάλει Η ἄρρητα] ἀπόρρητα coni. Mang. 19 ποιούσης U σθαι οἱ δ’] οὐδ’ F 20 ἡσυχίας ἀσθένειαν UF: ἡσυχίαν ἀσθενῆ HL ἐπιδείκνυνται L: δείκνυσθαι UF, ἐπιδείκνυνται Η σπουδάζωμεν U: σπουδάζομεν ceteri 21 στομίων om. F 24 ψυχῆς UF: τῆς ψυχῆς HL τοῦ] τὸ UF 25 ὀρθὸν καὶ UF: καὶ ὀρθὸν HL 26 καὶ om. UF 27 ἐπικέχηναι F τοῖς] τὸ UF δϊαπληστίαν F, δ’ ἀπληστίαν L, δι’ ἀπληστίας Turn. δέξασθαί τε αὐτὰ καὶ χωρῆσαι ἐπ’ ὀλέθρῳ τοῦ φιλοθέου δόγματος Ἄβελ.