<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="76"><p><milestone unit="altref" n="21"/> διόπερ „ἐὰν προσφέρῃς θυσίαν πρωτογεννημάτων“, <lb n="10"/> οὕτως διαίρει, ὡς ὑφηγεῖται ὁ ἱερὸς λόγος (Lev. 2, 14)· „νέα“ τὸ
πρῶτον, εἶτα „πεφρυγμένα“, ἔπειτα „χίδρα“, καὶ ἐπὶ πᾶσιν „ἐρικτά“.
„νέα“ μὲν διὰ τόδε· τοὺς τὸν παλαιὸν καὶ γέροντα καὶ μυθώδη χρόνον
ἀσπαζομένους, ταχεῖαν δὲ καὶ ἄχρονον θεοῦ δύναμιν μὴ συνεωρακότας
ἐκδιδάσκει νέα καὶ ἐπακμάζοντα καὶ ἀνηβῶντα προτρέπων ἐνθύμια
 λαμβάνειν, ἵνα μὴ παλαιαῖς ἐντρεφόμενοι μυθοποιίαις,  <milestone unit="altpage2" n="p. 178 M."/> ἃς ὁ μακρὸς
<lb n="16"/> αἰὼν ἐπὶ ἀπάτῃ τοῦ θνητοῦ παραδέδωκε, ψευδοδοξῶσιν, ἀλλὰ παρὰ τοῦ
ἀεὶ ἀγήρω [νέου] θεοῦ τὰ νέα καὶ καινὰ ἀγαθὰ μετὰ πάσης ἀφθονίας
λαμβάνοντες ἐκδιδάσκωνται μηδὲν ἡγεῖσθαι παρ’ αὐτῷ παλαιὸν ἢ
συνόλως παρεληλυθός, ἀλλὰ γινόμενόν τε ἀχρόνως καὶ ὑφεστηκός.
<lb n="20"/> </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="77"><p><milestone unit="altref" n="22"/> οὗ χάριν καὶ δι’ ἑτέρων φησίν· „ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου“ (Lev. 19, 32), ὡς παμμεγέθους
διαφορᾶς οὔσης· πολιὸς μὲν γὰρ ὁ μηδὲν ἐνεργῶν ἐστι χρόνος,
<note xml:lang="mul" type="footnote"><lb/>1 τέμνεται U τὸν γὰρ F τούτοις UF (Pap ?): αὐτοῖς ceteri φθόγγων] φθόνον F ἑαυτὸν HP
<lb/>2 ἑτέρου] ἑτέραν Η, οἰκείαν Α, ἑτέρων coni. Markland οἰκείωται MA 
<lb/>3 ἃ] η Pap
<lb/>4 καθ’ αὑτὰ φωνεῖται Pap UF: καθ’ ἑαυτὰ ἐκφωνεῖται ceteri 
<lb/>5 γὰρ Pap UF: δὲ ceteri τε καὶ λογικὰς om. HP καὶ νοητὰς om. Mang., καὶ νοητικὰς Turn.
<lb/>6 τείνασα] τινας Pap
<lb/>7 καὶ κοινωνία G κοινωνία συμφωνίας (om. καὶ) H
<lb/>8 ἐφ’ ἁπάσαις Pap UF: ἐπὶ πάσαις ceteri 8.
<lb/>9 εὐδαιμονίζοιτο Pap FL2: εὐδαιμονίζοντο U, εὐδαιμονίζει Η, εὐδαιμονίζοι ceteri
<lb/>9 ἄν τῆ ἐάνπερ G προσφερηι Pap πρωτογενημάτων MGP
<lb/>10 οὕτως Pap F: οὕτω ceteri
<lb/>11 πεφυρμένα Pap χέδρα M, χίεδρα Α, χλιαρὰ FL2 ἐρικτά Pap MAF: ἐρεικτά ceteri 
<lb/>12 μὲν Pap UF: μὲν οὑν ceteri διὰ τόδε Pap UFL2: τόδε om. ceteri γέροντα Pap UF: γηραιὸν ceteri θυμώδη GL1
<lb/>13 ἀσπαζόμενος F μὴ] ἡ μὴ MAH, ἣ μὴ GP
<lb/>14 ἐκδιδάσκειν U ἀνηβῶντα Pap UF: ἡβῶντα ceteri
<lb/>15 παλαιαῖς] πολιαῖς Pap
<lb/>16 τῶν θνητῶν Mang., τοῦ θνητοῦ <add>γένους</add> coni. παραδέδωκεν Pap
<lb/>17 ἀγήρω νέου Pap UFL-: γενναίου MAGP, γενέου HL1, ἀγήρω καὶ νέου V νέου seclusi
<lb/>18 ἐκδιδάσκοντες G
<lb/>19 παραλελυθος Pap γινόμενόν τε Pap UF : τε om. ceteri ὑφεστηκώς FH corr. 20.
<lb/>21 ἐξαναστήσῃ Pap UF: ἀναστήση ceteri</note>  

<pb n="v.1.p.234"/>
ἀφ’ οὗ μετανίστασθαι καὶ ἀποδιδράσκειν δεῖ τὴν μυρίους ἀπατῶσαν
ἐκκλίνοντας ὑπόληψιν, ὡς ἄρα τι ποιεῖν οὗτος πέφυκε· πρεσβύτερος δὲ ὁ
τιμῆς καὶ γέρως καὶ πρεσβείων ἐπάξιος ὤν, ὃν Μωυσῇ τῷ θεοφιλεῖ
δοκιμάζειν ἐπιτέτραπται· „οὓς γὰρ σὺ οἶδας,“ φησίν „οὗτοί εἰσι
πρεσβύτεροι“ (Num. 11, 16), ὡς ἂν μηδεμίαν ἀποδεχομένου νεωτεροποιίαν, <lb n="5"/>
ἀλλὰ πρεσβυτέρων καὶ τῆς ἀνωτάτω τιμῆς ἀξίων δογμάτων
 εἰωθότος ἐρᾶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="78"><p>ὠφέλιμον μὲν οὖν, εἰ καὶ μὴ πρὸς ἀρετῆς κτῆσιν
τελείας, ἀλλά τοι πρὸς πολιτείαν, καὶ τὸ παλαιαῖς καὶ ὠγυγίοις ἐντρέφεσθαι δόξαις καὶ ἀρχαίαν ἀκοὴν ἔργων καλῶν μεταδιώκειν, ἅπερ
ἱστορικοὶ καὶ σύμπαν τὸ ποιητικὸν γένος τοῖς τε καθ’ αὑτοὺς καὶ τοῖς <lb n="10"/>
ἔπειτα μνήμῃ παραδεδώκασιν. ἀλλ’ ὅταν γε μὴ προϊδομένοις μηδὲ
ἐλπίσασι φέγγος αἰφνίδιον ἐπιλάμψῃ τὸ αὐτομαθοῦς σοφίας, ἡ δὲ τὸ
μεμυκὸς ὄμμα ψυχῆς διοίξασα ἀντὶ ἀκροατῶν θεατὰς ἐπιστήμης
ἐργάσηται τὴν ὠκυδρομωτάτην αἰσθήσεων ὄψιν πρὸ τῆς βραδυτέρας ἀκοῆς
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="79"><p> ἐν διανοίᾳ θεῖσα, μάταιον ἔτι διὰ λόγων ὦτα γυμνάζειν. <milestone unit="altref" n="23"/> διὸ καὶ <lb n="15"/>
λέγεται· „φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, ἀλλὰ καὶ παλαιὰ ἐκ
προσώπου νέων ἐξοίσετε“ (Lev. 26, 10), ὡς δέον πολιὸν μὲν μάθημα
χρόνῳ μηδὲν ἀρνεῖσθαι πειρωμένους καὶ γράμμασι σοφῶν ἀνδρῶν
ἐντυγχάνειν καὶ γνώμαις καὶ διηγήσεσιν ἀρχαιολογούντων παρεῖναι καὶ
φιλοπευστεῖν ἀεὶ περὶ τῶν προτέρων καὶ ἀνθρώπων καὶ πραγμάτων, <lb n="20"/>
τοῦ μηδὲν ἀγνοεῖν ὄντος ἡδίστου, νέας δὲ ὅταν ἀνατείλῃ βλάστας αὐτοδιδάκτου
σοφίας ὁ θεὸς ἐν ψυχῇ, τὰ ἐκ διδασκαλίας εὐθὺς περιγράφειν
καὶ περισύρειν ὑπονοστοῦντα καὶ ὑπορρέοντα ἐξ ἑαυτῶν· τὸν γὰρ θεοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀφ’ οὗ καὶ ἀνίστασθαι Α
<lb/>2 ὑπόληψιν ἐκκλίνοντας transp. UF οὗτος] οὕτως MPH1, οὕτω G
<lb/>3 Μωση Pap, Μωυσῆ UF: Μωσεῖ ceteri
<lb/>4 εἰσιν Pap 4.
<lb/>5 εἰσι πρεσβύτεροι codd.: πρεσβύτεροί εἰσιν Mang.
<lb/>5 πρεσβυτέρων HP1, πρεσβύτεροι om. L ὡς — πρεσβυτέρων (6) om. P ὡς ἄν Pap UF: ἄν om. ceteri ἀποδεχόμενοι coni. Mang.
<lb/>7 εἰωθότες P (coni. Mang.) ὠφελεῖ ΑΗ μὲν om. GP
<lb/>8 τελείας] τημελείας G καὶ πρὸς Α πολιτείας HP παλαιὰς Pap
<lb/>10 τε om. F αὑτοὺς (Pap) U: ἑαυτοὺς ceteri 
<lb/>11 προειδομένους U, προειδομένοις ceteri (Pap) μηδ’ AUF
<lb/>12 αἰφνίδιον om. GHP1L1 επιλαμψη τὸ Pap: ἐπιλάμψῃ (om. τὸ) UF, ἐπιλάμψαιτο ceteri, ἐπιλάμψηται V ἡ δὲ Pap MAGP: ἥδε F, εἰ ἑ U, ἣ δὴ H
<lb/>13 τῆς ψυχῆς AF ἐπιστήμης θεατὰς transp. Α ἐπιστήμας F
<lb/>14 ἐργάσηται Pap F: ἐργάσεται U, ἐργάζεται ceteri ὠκυδρονωτάτην Α αἰσθήσεως L, αἴσθησιν UF
<lb/>15 ἔτι Pap MUFL2: ἐπὶ ceteri, ἐστι v διαλόγων G, δὲ λόγων H
<lb/>16 παλαιὰ ἐκ παλαιῶν UF παλαιὰς ἐκ MA
<lb/>17 νέω Α ἐξοίσεται Α πολιὸν codd. et Pap: παλαιὸν Mang.
<lb/>18 γράμμασι] πράγμασιν Pap
<lb/>20 πρότερον Pap 
<lb/>21 ὄντως G δ’ UH αντειλη Pap
<lb/>22 ὁ om. Pap ἐκ ψυχῆς UF 
<lb/>23 ὑπονοσοῦντα MAP ὑπορέοντα U, υπερεοντα Pap αὐτῶν U</note>  

<pb n="v.1.p.235"/>
φοιτητὴν ἢ γνώριμον ἢ μαθητὴν ἢ ὅ τί ποτε χρὴ θεμένους ὄνομα
καλεῖν αὐτὸν ἀμήχανον ἔτι θνητῶν ὑφηγήσεως ἀνέχεσθαι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="80"><p><milestone unit="altref" n="24"/> ἔστω  δὲ ἡ νέα ψυχῆς ἀκμὴ „πεφρυγμένη“, τουτέστιν,  <milestone unit="altpage2" n="p. 179 M."/> ὡς πυρὶ χρυσός,
λόγῳ δυνατῷ βεβασανισμένη· τοῦ δὲ βεβασανίσθαι καὶ δεδοκιμάσθαι
<lb n="5"/> σημεῖον τὸ πεπηγέναι· καθάπερ γὰρ ὁ τῶν τεθηλότων ἀσταχύων καρπός,
ἵνα μηκέτι πλαδᾷ, φρύγεται, τοῦτο δ’ οὐκ ἄνευ πυρὸς πέφυκε συμβαίνειν,
οὕτως καὶ τὴν νέαν πρὸς ἀρετῆς ἀκμὴν ἀνάληψιν δυνατῷ καὶ ἀνικήτῳ
λόγῳ χρὴ πάγιον καὶ σταθερωτάτην ἀπεργάζεσθαι· πέφυκε δὲ ὁ λόγος
οὐ μόνον πήττειν ἐν ψυχῇ τὰ θεωρήματα διαρρεῖν αὐτὰ κωλύων, ἀλλὰ
<lb n="10"/> καὶ τὴν τοῦ ἀλόγου πάθους ὁρμὴν εὐτόνως ἐκλύειν.</p></div></div></body></text></TEI>