<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="36"><p>καθάπερ γὰρ ἄνευ φωτὸς ἀμήχανον ἰδεῖν, μήτε χρωμάτων μήτε ὀμμάτων ἱκανῶν
ὄντων πρὸς τὴν δι’ ὄψεως ἀντίληψιν — δεσμὸν γὰρ ἀμφοῖν προϋπειργάσατο
<lb n="5"/> τὸ φῶς ἡ φύσις, ᾧ συνάγεται καὶ ἁρμόζεται πρὸς χρῶμα
ὀφθαλμός, ἐπὶ σκότους δὲ ἡ δύναμις ἀνωφελὴς ἑκατέρου —, τὸν αὐτὸν
τρόπον καὶ τὸ τῆς ψυχῆς ὄμμα τῶν κατ’ ἀρετὴν πράξεων ἀντιλαμβάνεσθαι
ἀδυνατεῖ μὴ προσχρησάμενον ὥσπερ φωτὶ συνεργῷ τῷ πόνῳ·
μέσος γὰρ διανοίας ἱδρυθεὶς καὶ οὗ διάνοια ὀρέγεται καλοῦ, τὸ μὲν
<lb n="10"/> ἔνθεν τὴν δὲ ἔνθεν ἐπισπασάμενος ἑκατέρᾳ χειρὶ φιλίαν καὶ συμφωνίαν
αὐτὸς ἀγαθὰ τέλεια ἐργάζεται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="37"><p><milestone unit="altref" n="7"/> ὁποῖον γὰρ ἂν ἐθέλῃς ἑλοῦ τῶν ἀγαθῶν, καὶ τοῦθ’ εὑρήσεις πόνῳ περιγινόμενόν τε καὶ βεβαιούμενον·
εὐσέβεια καὶ ὁσιότης ἀγαθά, ἀλλ’ οὐκ ἄνευ θεραπείας θεοῦ τυχεῖν
αὐτῶν δυνάμεθα, θεραπεία δὲ ταῖς ἐν πόνοις φιλοτιμίαις συνέζευκται·
<lb n="15"/> φρόνησις καὶ ἀνδρεία καὶ δικαιοσύνη καλαὶ πᾶσαι καὶ τέλεια ἀγαθά,
ἀλλ’ οὐ τῇ ῥᾳστώνῃ ταῦτα ληπτά, ἀγαπητὸν δέ, εἰ συνεχέσι ταῖς ἐπιμελείαις
ἐξευμενισθήσονται· τὴν πρὸς θεὸν καὶ ἀρετὴν ἀρέσκειαν ὥσπερ
τινὰ ἔντονον καὶ σφοδρὰν ἁρμονίαν οὐ δυνηθὲν τὸ πάσης ψυχῆς ὄργανον
ἐνεγκεῖν ἀνείθη καὶ ἐχαλάσθη πολλάκις, ὡς ἀπὸ τῶν ἄκρων ἐπὶ τὰς
<lb n="20"/> μέσας καταβῆναι τέχνας· ἀλλ’ ὅμως κἂν ταῖς μέσαις πολὺς ὁ κάματος·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="38"><p>ἴδε τοὺς τῶν ἐγκυκλίων καὶ τῶν λεγομένων προπαιδευμάτων ἀσκητὰς ἅπαντας· ἴδε τοὺς γεωπόνους καὶ ὅσοι τὸν βίον ἔκ τινων ἐπιτηδεύσεων
πορίζουσιν· οὗτοι τῶν φροντίδων οὐ μεθ’ ἡμέραν οὐ νύκτωρ ἀφίστανται,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἁπάσης Pap UFD: πάσης ceteri ἐνέδειξεν D καλῶν] ἀγαθῶν D
<lb/>2 θνητῶν Pap o φωτὸς ἄνευ transp. H ὀμμάτων] σχημάτων M
<lb/>4 ὄψεων UF 
<lb/>5 τὸ om. Pap τὸ φῶς] σοφῶς G ὦ συνάγεται UFL2, ὦι καὶ συνάγεται Pap: ὡς οὖν ἀπαιτεῖ ceteri; ᾦ συνάπτεται coni. Mang. χρώματα Pap
<lb/>6 ἐπὶ σκότους] ἐπισκοτοῦσα UF δὲ F, δ’ U: γὰρ ceteri, om. Pap
<lb/>7 καὶ om. Pap UF 7.
<lb/>8 ἀντιλαμβάνεσθαι ἀδυνατεῖ scripsi: ὁτιοῦν ἀντιλαμβάνεσθαι ἀδυνατεῖ MAGHP, ἀδυνατεῖ λαμβάνεσθαι Pap UF
<lb/>8 προσχρησάμενος F συνεργως Pap
<lb/>9 ἱδρυνθεὶς FL2 
<lb/>11 ἔαν Pap θέλῃς Pap MAG
<lb/>12 τοῦτο UF πόνῳ om. P
<lb/>13 εὐσέβεια δὲ HP τυχεῖν θεοῦ transp. U
<lb/>14 δέ] μὲν Α ἐμπόνοις MAUF 
<lb/>15 φρόνησις δὲ AP καὶ ante ἀνδρεία om. F ἀνδρία AG
<lb/>16 οὐ τῆ ῥαστώνη ταῦτα ληπτά U: οὐθέτερα λημπτα Pap, οὕτη (sic) ληπτά F, οὐχ ἀπλῶς ληπταί ceteri δ’ UF συνεχέσιν Pap
<lb/>17 ἀξευμαρισθήσονται coni. Mang. τον θέον Pap καὶ om. F ἀρέτης Pap καὶ ἀρέσκειαν G
<lb/>18 ἔντονον Pap UF: σύντονον ceteri ψυχῆς om. L
<lb/>19 ἀνέθη MGP, ἀνείθη Α
<lb/>20 κἀν AF: κἄν ceteri
<lb/>21 ἴδε καὶ F
<lb/>22 γεωπόνους Pap UF: γεηπόνους ceteri ἐπιτηδεύσεων Pap UF: ἐπιτηδευμάτων ceteri</note>  

<pb n="v.1.p.218"/>
ἀλλ’ ἀεὶ καὶ πανταχοῦ τὸ λεγόμενον δὴ τοῦτο χειρὶ καὶ ποδὶ καὶ
<milestone unit="altpage1" n="p. 169 M."/>  πάσῃ δυνάμει κακοπαθοῦντες οὐ παύονται, ὡς καὶ θάνατον ἀντικαταλλάττεσθαι
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="39"><p> πολλάκις. <milestone unit="altref" n="8"/> ἀλλ’ ὥσπερ τοῖς ψυχὴν τὴν ἑαυτῶν ἵλεων
σπουδάζουσι λαβεῖν θεραπευτέον ἐξ ἀνάγκης τὰς ψυχῆς ἀρετάς, οὕτως
καὶ τοῖς ἵλεων τὸ σῶμα ἔχειν προαιρουμένοις θεραπευτέον ὑγίειαν καὶ <lb n="5"/>
τὰς συγγενεῖς αὐτῇ δυνάμεις, καὶ δῆτα θεραπεύουσι μετ’ ἀνηνύτων καὶ
ἀπαύστων πόνων οἷς φροντὶς εἰσέρχεται τῶν ἐν αὐτοῖς δυνάμεων, ἐξ
 ὧν συνεκρίθησαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="40"><p>πάντ’ οὖν ὁρᾷς τὰ ἀγαθὰ ἐκ πόνου καθάπερ ἐκ
ῥίζης μιᾶς ἐκπεφυκότα καὶ βλαστάνοντα· ὃν μήποτε ὑπομείνῃς μεθέσθαι,
λήσῃ γὰρ ἅμ’ αὐτῷ καὶ σωρὸν ἀθρόον ἀγαθῶν μεθέμενος. ὁ μὲν γὰρ <lb n="10"/>
τοῦ σύμπαντος ἡγεμὼν οὐρανοῦ τε καὶ κόσμου καὶ ἔχει καὶ παρέχει οἷς
ἂν ἐθέλῃ τὰ ἀγαθὰ μετὰ πάσης εὐμαρείας, ἐπεὶ καὶ τὸν τοσοῦτον
κόσμον ἄνευ πόνων πάλαι μὲν εἰργάζετο, νυνὶ δὲ καὶ εἰσαεὶ συνέχων
οὐδέποτε λήγει — θεῷ γὰρ τὸ ἀκάματον ἁρμοδιώτατον —, θνητῷ δὲ
οὐδενὶ κτῆσιν ἀγαθοῦ δίχα πόνων ἡ φύσις δεδώρηται, ἵνα καὶ ταύτῃ <lb n="15"/>
</p></div></div></body></text></TEI>