<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="26"><p><milestone unit="altpage1" n="II p.267 M."/>  τούτων ἀκούσασα ἢ ἑτέρα — καὶ γὰρ ἐν ἀποκρύφῳ μὲν ἐν ἐπηκόῳ
δὲ εἱστήκει —, δείσασα μή ποτε λαθὼν ὁ νοῦς αἰχμάλωτος ἀνδραποδισθεὶς <lb n="5"/>
ἀπαχθῇ τοσαύταις δωρεαῖς καὶ ὑποσχέσεσιν, ἔτι καὶ πρὸς τὴν
ὄψιν ἐνδοὺς εὖ καὶ ποικίλως ἐπὶ ἀπάτῃ τετεχνιτευμένην — διὰ γὰρ τῶν
περιάπτων καὶ μαγγανειῶν ἔνυττεν, ἐκήλει, γαργαλισμοὺς ἐνειργάζετο —,
παρελθοῦσα ἐξαίφνης ἐπιφαίνεται ἐλευθέρας καὶ ἀστῆς προσφερομένη
πάντα, σταθερὸν βάδισμα, ἠρεμαιοτάτην ὄψιν, χρῶμα καὶ τὸ αἰδοῦς καὶ <lb n="10"/>
τὸ σώματος ἀκιβδήλευτον, ἀψευδὲς ἦθος, ἀνόθευτον βίον, ἀποίκιλον
γνώμην, λόγον οὐ φένακα, διανοίας ὑγιοῦς ἀληθέστατον μίμημα, σχέσιν
ἄπλαστον, οὐ σεσοβημένην κίνησιν, μετρίαν ἐσθῆτα, τὸν χρυσοῦ τιμιώτερον
 φρονήσεως καὶ ἀρετῆς κόσμον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="27"><p>συνείποντο δὲ αὐτῇ εὐσέβεια
ὁσιότης ἀλήθεια θέμις ἁγιστεία εὐορκία δικαιοσύνη ἰσότης εὐσυνθεσία <lb n="15"/>
κοινωνία ἐχεθυμία σωφροσύνη κοσμιότης ἐγκράτεια πρᾳότης ὀλιγοδεΐα
εὐκολία αἰδὼς ἀπραγμοσύνη ἀνδρεία γενναιότης εὐβουλία προμήθεια
φρόνησις προσοχὴ διόρθωσις εὐθυμία χρηστότης ἡμερότης ἠπιότης
<note xml:lang="mul" type="footnote"><lb/>1 δ’ A2G2HPUF, δὲ om. B ἐκφύσασα Pap G1: ἐκφύσας Α1, ἐκφῦσα ceteri 1.
<lb/>2 ἀναλογῦντα] ἐπάγοντα Pap, ἀναλογοῦντας L
<lb/>2 μιμεῖται G2HPUF πετάλῳ Pap HP δὲ καὶ B σκέπειν L
<lb/>3 παρασκευάσασα] παρεσκεύασά σοι Η corr. L δὲ Pap MG1: δ’ ceteri
<lb/>4 ἡ om. N ὑπηκόῳ Α1
<lb/>5 δ’ Α2Β λαβὼν UN, παθὼν Β ὁ νοῦς λαθὼν transp. MA1G1
<lb/>7 ἐνδιδοὺς HP τεχνιτευμένην (sic) U: τετεχνιτευμένη MA1GN, τεχνιτευμένη HPF, τετεχνευμενη Pap, τεχνιτευόμενος Α2Β
<lb/>8 ἐκήλει] ἐκίνει Α1 γαργαλισμὸς A1, γαργαλισμὸν G2HU 
<lb/>9 προφερομένη A2BP, προφερομένους N, ἐπιφερομένη MA1G1
<lb/>10 πάντα] παν Pap σταθηρὸν A2 ἠρεμαίαν τὴν MA1G1 αἰδοῦς] αἰδοῦς] A2BP
<lb/>11 τὸ] τοῦ A1
<lb/>12 φαίνακα A1G2 ὑγιοῦς] ἀληθοῦς FN ἀληθέστατον ὑγιοῦς transp. B
<lb/>13 ἄπλαστον] ἁπλῆν F σεσοβημένη Pap
<lb/>14 κόσμον] πλοῦτον G1 δὲ Pap MG1FN: δ’ ceteri
<lb/>15 ἀλήθεια — ἰσότης om. Pap post ἁγιστεία add. θεοσέβεια ’G’ καὶ εὐορκία HP ἰσότης] ὁσιότης Β ἀσυνθεσία G1 
<lb/>16 κοινωνία om. FN ἐχεθυμία Pap F: εὐθυμία MA1G1, ἐχεμυθία ceteri πραϋτης Pap ὀλιγοδέεια Pap GP, ὀλιγόδεια F
<lb/>17 αἰδὼς — προσοχὴ (18) om. Pap ἀνδρία ABG προμηθία A1</note> <note xml:lang="mul" type="footnote"><lb/>4 — 216,7 N fol. 162v: τούτων ἀκούσασα — εὐφραίνεται.
<lb/>4 sqq. Ambros. de Cain et Abel
<lb/>1 5,
<lb/>15 His auditis . . . haeret saucius. quem miserans virtus et casurum cito videns improviso occurrit, verita ne inter moras illecebris demulcentibus mens capiatur bumana.</note>  

<pb n="v.1.p.213"/>
φιλανθρωπία μεγαλοφροσύνη μακαριότης ἀγαθότης· ἐπιλείψει με ἡ
ἡμέρα λέγοντα τὰ τῶν κατ’ εἶδος ἀρετῶν ὀνόματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="28"><p>αὗται παρ’ ἑκάτερα στᾶσαι μέσην αὐτὴν ἐδορυφόρουν· ἡ δὲ σχῆμα τὸ σύνηθες ἑαυτῇ
λαβοῦσα λόγων ἤρξατο τοιῶνδε· „τὴν τερατουργὸν καὶ μάχλον καὶ μυθολόγον
<lb n="5"/> εἶδον ἡδονὴν τραγικώτερον ἐνεσκευασμένην καὶ λιπαρῶς θαμινά
σοι προσομιλοῦσαν, ὥστε — εἰμὶ γὰρ μισοπόνηρος φύσει —, δείσασα
μὴ λάθῃς ἀπατηθεὶς καὶ συναινέσας κακοῖς μεγίστοις ὡς ὑπερβάλλουσιν
ἀγαθοῖς, ἠξίωσα τὰ προσόντα τῇ γυναικὶ μετὰ πάσης ἀληθείας προειπεῖν, ἵνα μηδὲν ἀγνοίᾳ τῶν συμφερόντων ἀπωσάμενος ἀβούλητον ἐμπορεύσῃ
<lb n="10"/> κακοπραγίαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="29"><p>τὴν μὲν οὖν σκευὴν ᾗ κέχρηται πᾶσαν ἀλλοτρίαν ἴσθι· τῶν γὰρ εἰς γνήσιον κάλλος οὐδὲν οἰκεῖον ἐξ ἑαυτῆς ἐπιφέρεται,
περιῆπται δὲ δίκτυα καὶ πάγας ἐπὶ τῇ σῇ θήρᾳ, νόθην καὶ κίβδηλον
εὐμορφίαν, ἃ προϊδόμενος, ἢν εὖ φρονήσῃς, ἀτελῆ τὴν ἄγραν αὐτῇ
παρασκευάσεις· ὀφθαλμοὺς μὲν γὰρ φανεῖσα ἡδύνει, ὦτα δὲ φθεγξαμένη
<lb n="15"/> λιγαίνει, ψυχὴν δὲ τὸ πλείστων ἄξιον κτῆμα καὶ διὰ τούτων καὶ τῶν
ἄλλων ἁπάντων μερῶν πέφυκε λυμαίνεσθαι. τῶν δὲ περὶ αὑτὴν ἃ μὲν
 ἔμελλεν ἀκούσαντί σοι  <milestone unit="altpage2" n="II p.268 M."/> προσηνῆ γενήσεσθαι διεξῆλθε, τὰ δὲ ἄλλα ὅσα
μὴ ῥᾳστώνην εἶχεν ἀμύθητα ὄντα ἐθελοκακοῦσα ἐπεκρύψατο, οἷς οὐκ
<note xml:lang="mul" type="footnote"><lb/>1 post μεγαλοφροσύνη add. μεγαλειότης A1G1 μακαριωσύνη Α1 ἡ om. Pap 
<lb/>2 τὰ om. MA1G1UN τὰ ὀνόματα MA1G1
<lb/>3 στᾶσα F, πᾶσαι MG2 ἑαυτῇ] αὐτὴ MA1G1 4.
<lb/>5 καὶ μυθολόγον om. FN
<lb/>5 τραγικωτέραν G2HPFN, τραγικωτέρως Α2Β ἐσκευασμένην U, ἀνεσκευασμένην N
<lb/>6 ὥστε Pap MG1: ὥστ’ ceteri
<lb/>8 τῆ γυναικὶ om. Α2Β, ἐν τῆ γυναικὶ N
<lb/>9 μηδὲ A-B 9.
<lb/>10 ἐμπορήση A2B
<lb/>10 τὴν κακοπραγίαν G1 πᾶσαν ᾗ κέχρηται trausp. A2B ἀλλοτρία πᾶσα MA1G1
<lb/>11 ἴστε G2P ἴσθι· τῶν] αἰσθητῶν ’, αἰσθητὸν M ἑαυτῆς Pap Α1: αὑτῆς MA2BG1, αὐτῆς G-HPUFN φέρεται MA1G1, περιφέρεται B <lb n="12"/> πάγας] πάσας N
<lb/>13 προειδόμενος Pap et codd. εὖ φρονήσῃς MA1G1, ἐυφροσύνης (sic) Pap: εὖ φρονῇς ceteri αὐτῇ om. G
<lb/>14 γὰρ om. G2 ηδυνη Pap δὲ om. Pap
<lb/>15 πλείστων U: πλεῖστον G1, πλείστου ceteri (et Pap)
<lb/>16 πάντων U αὑτὴν] αὐτὴν codd., ἑαυτοῦ Pap
<lb/>17 προσηνεῖ HF γενέσθαι ’ διεξελθὸν Pap δὲ Pap ’: δ’ ceteri
<lb/>18 ἀπεκρύψατο MABG1P</note> <note xml:lang="lat" type="footnote"><lb/>6 sqq. ibid. palam, inquit, apparui tibi non quaefrenti me, ne fallat imprudentem et circumveniat te mulier effrenata et luxuriosa quae non novit pudorem. 
<lb/>10 sqq. ibid. . . . non te vincat formae concupiscentia: adulterina est, fucis illita, nequaquam vero ac sincero fulgens decore . . . mala sunt voluptatis vincula: oculos delectat, lectat, demulcet aures, sed mentem inquinat; multa mentitur, falsa adiungit, vera subducit.</note>  

<pb n="v.1.p.214"/>
 ἄν τινα συναινέσειν εὐχερῶς προσεδόκησεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="30"><p>ἐγὼ δὲ καὶ ταῦτα ἀπαμφιάσασα
ἀναδείξω καὶ οὐ μιμήσομαι τρόπους ἡδονῆς, ὡς ὅσα μὲν ἐπαγωγά
ἐστιν ἐν ἐμοὶ μόνα ἐπιδείξασθαι, τὰ δὲ ἔχοντα δυσκολίαν συσκιάσαι καὶ
περιστεῖλαι, ἀλλὰ τοὐναντίον τὰ μὲν τέρψιν ἐξ ἑαυτῶν καὶ χαρὰν ἐνδιδόντα
ἡσυχάσω, εἰδυῖα ὅτι φωνὴν ῥήξει τὴν δι’ ἔργων, τὰ δ’ ἐπαχθῆ <lb n="5"/>
καὶ δυσυπομόνητα κυρίως ἑρμηνεύσω τοῖς ὀνόμασι γυμνοῖς κἀν μέσῳ
τιθεῖσα αὐτά, ὡς ἔκδηλον τὴν ἑκάστου φύσιν καὶ τοῖς ἀμυδρῶς ὁρῶσι
προφαίνεσθαι· τῶν γὰρ ἡδονῆς μεγίστων ἀγαθῶν τὰ παρ’ ἐμοὶ μέγιστα
δοκοῦντα εἶναι κακὰ καλλίω καὶ τιμιώτερα τοῖς χρωμένοις ἐξελεγχθήσεται.
</p></div></div></body></text></TEI>