κεκλασμένῳ τῷ βαδίσματι ὑπὸ τρυφῆς τῆς ἄγαν καὶ χλιδῆς, σαλεύουσα τὼ ὀφθαλμώ, οἷς τὰς τῶν νέων ἀγκιστρεύεται ψυχάς, θράσος μετ’ ἀναισχυντίας ἐμβλέπουσα, τὸν αὐχένα ἐπαίρουσα, πλέον τῆς φύσεως ἑαυτὴν ἐνορθιάζουσα, σεσαρυῖα καὶ κιχλίζουσα, περιέργῳ ποικιλίᾳ τὰς τῆς κεφαλῆς τρίχας ἀναπεπλεγμένη, ὑπογεγραμμένη τὴν ὄψιν, ἐγκεκαλυμμένη τὰς ὀφρῦς, θερμολουσίαις ἐπαλλήλοις χρωμένη, ἔρευθος εἰργασμένη, πολυτελεῖς ἐσθῆτας ἐπηνθισμένας ἄκρως ἀμπεχομένη, περιβραχιόνια καὶ περιαυχένια καὶ ὅσα ἄλλα χρυσοῦ καὶ λίθων πολυτελῶν δημιουργηθέντα κόσμος ἐστὶ γυναικεῖος περικαθειμένη, μύρων εὐωδεστάτων ἀποπνέουσα, τὴν ἀγορὰν οἰκίαν νομίζουσα, τριοδῖτις σοβάς, χήτει γνησίου κάλλους τὸ νόθον μεταδιώκουσα. συνομαρτοῦσι δὲ αὐτῇ τῶν συνηθεστάτων πανουργία προπέτεια ἀπιστία κολακεία φενακισμὸς ἀπάτη ψευδολογία ψευδορκία ἀσέβεια ἀδικία ἀκολασία, ὧν ἐν μέσῳ καθάπερ ἡγεμὼν χοροῦ στᾶσά φησι πρὸς τὸν νοῦν τάδε· „εἰσίν, ὦ οὗτος, θησαυροὶ πάντων ἀγαθῶν ὅσα ἀνθρώπεια παρ’ ἐμοί — τὰ γὰρ θεῖα ἐν οὐρανῷ —, ὧν ἐκτὸς οὐδὲν εὑρήσεις· τούτους, ἢν ἐθέλῃς μοι συνοικεῖν, 1 — 215,20 ἡ μὲν οὖν — ἐμπεφορημένος ἀκράτου om. H1P1L1; in G2 haec adnotantur (fol. 89r): ἐν τῶ λόγω περὶ ὧ ἱερουργοῦσιν Ἄβελ τε καὶ Κάϊν φέρεται ὃ δηλονότι βέλτιον τὰ παρόντα τοῦ λόγου. in L2 haec leguntur: τὸ λεῖπον προεγράφη ἐν τῶ περὶ τοῦ μίσθωμα πόρνης εἰς τὸ ἱερὸν μὴ παραδέχεσθαι λόγω, οὗ ἡ ἀρχή, πάνυ καλῶς ἐν ταῖς ἱεραῖς στήλαις 1 χαμαιτύπου Α2Β τὸν om. UG2H τεθρυμενηι Pap, τεθραμμένη Turn. 3 τοῖς ὀφθαλμοῖς MA1G1 νέων] ἀνθρώπων MA1G1 θάρσος om. MA1G1 4 βλέπουσα MA1G1 5 ἐνορθριάζουσα F, ἐνωραΐζουσα MA1G1; ἐξορθιάζουσα coni. Wendl.; fort. ἐπορθιάζουσα σεσαρυῖα Pap UF: σεσηρυῖα ceteri καὶ om. MA1G1 6 τρίχας τῆς κεφαλῆς transp. F 7 ἐπαλλήλαις G1, ἀλλεπαλλήλαις MA1 ἐρευθὲς Pap, χρῶμα ἐρευθές MA1G1 8 ἐπηνθισμένη MA1G1 ἄκρως] ἁβρῶς A1 9 ὅσ’ Α2Β 10 ἃ κόσμος ’Gi ἐστιν Pap γυναικος Pap, γυναικῶν Α2Β περιειμένη F, περικαθημένη Pap UGHP, περὶ ἀγορὰν καθημένων 11 οἰκείαν G2 νομισουσα Pap 12 τὸ] ’τον Pap δὲ Pap MG2: δ’ ceteri 13 πανουργεια Pap προπέτεια — ἀσέβεια (14) om. A2G2BHPUF ἀπιστία απιστεια) add. Pap: om. codd. 14 ψευδολογεια Pap ψευδορκία Pap MA1G1: ψευδοδοξία v 15 χοροῦ στᾶσα Pap MABG: χοροστατοῦσα ceteri φησιν Pap ὦ om. MA1G1 17 τούτους οὖν MA1G1 θέλῃς Α2Β ἐμοὶ MA1G1 1 sqq. ibid. § H Illa igitur meretricio procax motu, infracto per delicias incessu, nutantibus oculis et ludentibus iaculans palpebris retia, quibus pretiosas iuvenum animas capit, . . . in plateis vaga, . . . pudore vilis, amictu dives, genas picta; eteuim quia verum decorem naturae habere non potest, adulterinis fucis affectatae pulchritudinis lenocinatur speciem, non veritatem; vitionim succincta comitatu et quodam uequitiarum choro circumfusa, dux criminum. τοὺς θησαυροὺς ἀναπετάσασα χρῆσιν καὶ ἀπόλαυσιν τῶν ἐνόντων ἀφθονωτάτην εἰσαεὶ παρέξω. βούλομαι δέ σοι προειπεῖν τὸ πλῆθος τῶν ταμιευομένων ἀγαθῶν, ἵνα κἂν συναινῇς ἑκὼν ἀσμενίζῃς, κἂν ἀποστρέφῃ μὴ ἀγνοῶν ἀρνῇ· ἄνεσίς ἐστι παρ’ ἐμοὶ καὶ ἄδεια καὶ ἐκεχειρία καὶ πόνων ἀμελετησία καὶ χρωμάτων ποικιλία καὶ κλάσεις ἐμμελέσταται φωνῆς, σιτία πολυτελῆ καὶ ποτά, ὀσμῶν ἡδίστων παμπληθεῖς διαφοραί, συνεχεῖς ἔρωτες, ἀπαιδαγώγητοι παιδιαί, μίξεις ἀνεξέταστοι, ἀνουθέτητοι λόγοι, ἔργα ἀνυπεύθυνα, ἀφρόντιστος βίος, μαλακώτατος ὕπνος, κόρος ἀπλήρωτος. ἐὰν οὖν ἐθελήσῃς σὺν ἐμοὶ ποιεῖσθαι τὰς διατριβάς, ἐκ πάντων εὐτρεπίσασά σοι τὰ ἁρμόζοντα δωρήσομαι, συνεπισκοποῦσα τί ἂν φαγὼν ἢ πιὼν γανωθείης ἢ τί τοῖς ὀφθαλμοῖς ἰδὼν ἢ τοῖς ὠσὶν ἀκούσας ἢ μυκτῆρσιν ὀσφρόμενος ἡσθείης· ἐλλείψει δὲ οὐδὲν ὧν ἂν ἐπιθυμήσῃς, πλείω γὰρ τῶν ἀναλισκομένων εὑρήσεις τὰ γεννώμενα. φυτὰ γάρ ἐστιν ἐν τοῖς λεχθεῖσι θησαυροῖς ἀειθαλῆ, βλαστάνοντα καὶ τίκτοντα καρποὺς ἐπαλλήλους, ὡς τὴν τῶν ὡραίων καὶ νέων ἀκμὴν ἐπιτρέχειν καὶ καταλαμβάνειν τοὺς ἤδη πεπανθέντας· πόλεμος οὐδὲ εἷς ἐμφύλιος ἢ ξενικὸς τὰ φυτὰ ταῦτα πώποτε ἔτεμεν, ἀλλ’ ἀφ’ οὗ τὸ πρῶτον αὐτὰ γῆ παρέλαβεν, ὥσπερ ἀγαθὴ τροφὸς τιθηνεῖται, ῥίζας μὲν οἱονεὶ θεμελίους εἰς τὸ κάτω βαλλομένη κραταιοτάτας, τὸ δὲ ὑπὲρ γῆς ἔρνος οὐρανόμηκες 2 εἰσαεὶ] σοι MA1G1 προσειπεῖν P 3 κἄν prius om. MA1G1 συναινέσας MA1G1, αἴνης Pap ἀσμενίζῃ MA1, ἀσμενίζεις FH ἀποστραφῆς MA1G2 4 ἐστιν Pap ἐκκεχειρία MA2BHPF, εκεχηρεια Pap 5 χρημάτων A2G2BHPF 6 σιτία Pap MA1G1: σιτία τε ceteri ὀσμῶν] ἀρωμάτων MA1G1 7 παίδειά Pap, παιδεῖαί G1 παιδεῖαι legit Ambros.) ἡ ἀφρόντιστος Pap MA1G1: ἄφροντις ceteri 9 ἀπλήρωτος] ἀπαραίτητος MA1G1 θελήσης A-BF 10 εὐπορήσασα καὶ εὐτρεπίσασα F εὐτρεπίσασα Pap et codd.: ὧν εὐτρέπισα v ἀρμόποντα MA1 11 ἢ τί πιὼν HPUF ἢ τί τοῖς ὠσὶν Α2Β ὦσι et μυκτῆρσι Pap 12 ὀσφρόμενος Pap: ὀσφραινόμενος codd. δ’ A2G2BHPUF ἐπιθυμήσειε Α1 13 τὰ γεννώμενα Pap MA1G1: γεγενημένα (om. τὰ) ceteri 14 ἀειθαλεῖς Α1 καὶ τίκτοντα om. MA1G1 16 τοὺς om. G1 πόλεμος δὲ D, πόλεμος δ’ HP οὐδεὶς MA1G1 ἡ] καὶ Α1 17 ταῦτα τὰ φυτὰ H οὐπώποτε MA1 ἀπέτεμεν MA1G1, ἐπέτεμεν G2U, ἐξέτεμεν Α2Β τὸ om. Pap (?) Α1 18 ταῦτα τιθηνεῖται MA1G1 οἷον εἰς U 19 τὰ κάτω A2B βαλομένη Α2Β, βαλλομένης F τὸ] τὰ Pap A2G2BPUF δ’ A2G2BHPUF 2 sqq. ibid. . . . spargit odores suos voluptas, . . . thesauros demonstrat, regna promittit, amores spondet continuos, inexploratos concubitus poUicetur, sine paedagogo disciplinas, sine monitore sermones, vitam sine sollicitudine, mollem somnum, inexplebilem cupiditatem. ἀνατείνασα, κλάδους δὲ ἐκφύσασα τῶν ἐν ζῴοις χειρῶν καὶ ποδῶν ἀναλογοῦντα μιμήματα, πέταλα δὲ οἷον κόμας σκέπην ἐν ταὐτῷ καὶ κόσμον ἐπανθῆσαι παρασκευάσασα, καρποὺς δὲ ἐπὶ τούτοις, ὧν ἕνεκα κἀκεῖνα“.