<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="136"><p><milestone unit="altref" n="40"/> Προσάγει δ’ οὐ μόνον ἀπὸ τῶν πρωτοτόκων τὰς ἀπαρχὰς
ἀλλὰ καὶ ἀπὸ τῶν στεάτων, ἐμφαίνων ὅτι τὰ τῆς ψυχῆς γεγηθότα καὶ
πίονα καὶ φυλακτικὰ καὶ χαρτὰ πάντα θεῷ παραχωρητέον. ὁρῶ δ’ <lb n="15"/>
ἔγωγε καὶ ἐν ταῖς τῶν θυσιῶν διατάξεσι τρία προστεταγμένον ἀναφέρειν
ἀπὸ τῶν ἱερείων τὰ πρῶτα, στέαρ καὶ νεφροὺς καὶ λοβὸν ἥπατος
(Lev. 3, 3 ss.), περὶ ὧν κατ’ ἰδίαν λέξομεν, οὐδαμοῦ δὲ ἐγκέφαλον ἢ
καρδίαν, ἅπερ εἰκὸς ἦν πρὸ τῶν ἄλλων καθαγίζεσθαι, εἴ γε καὶ κατὰ
 τὸν νομοθέτην ἐν τῷ ἑτέρῳ τούτων τὸ ἡγεμονικὸν ἀνωμολόγηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="137"><p>ἀλλὰ <lb n="20"/>
μήποτε ὁσίως πάνυ κἀκ περισκέψεως ἀκριβοῦς αὐτὰ εἰς τὸν τοῦ θεοῦ
βωμὸν οὐκ ἀνῆκεν, ὅτι τὸ ἡγεμονικὸν κατὰ ἀμερῆ χρόνων διαστήματα
<note xml:lang="mul" type="footnote"><lb/>1 Ἰσραὴλ om. Pap
<lb/>3 τῆς ψυχῆς G πάθη F
<lb/>4 φθαρη Pap θεὸν] θεοῦ Pap (?) L
<lb/>5 ἔγγονα Pap γίνονται U
<lb/>6 ἀποστάντος DV
<lb/>7 ὅσον] ὅσον γ’ v γ’ οὖν MGU ἐξῆλθον Pap 
<lb/>8 πανδεχην Pap
<lb/>10 ἰσχύσαι scripsi: ισχυση Pap, ἴσχυσε codd.
<lb/>11 κληρονομηθεὶς] κληθεὶς F, κλιθεὶς U (Mang.) παθὼν Α
<lb/>13 ’δε Pap
<lb/>14 εμφηνων Pap ὅτι] οὑν Α
<lb/>15 τῶ θεῶ HP χωρητέον Α
<lb/>16 δὴ τάξεσι Α προστεταγμένα HP (Pap?) ἀναφέρειν] φέρειν Pap, ἀφαιρεῖν UF
<lb/>17 λωβὸν Α 
<lb/>18 λέξωμεν Α
<lb/>19 καθαγίζεσθαι Mang., καταγιζεσθαι Pap: καθαγνίζεσθαι codd. 
<lb/>20 τούτω P
<lb/>21 μήπω Α ὁσίως καὶ πάνυ Pap κὰν (?) Pap, κἀκ UF: καὶ ἐκ ceteri αὐτὰ add. Pap: om. codd. εἰς τὸν πιστὸν τοῦ θεοῦ βωμὸν codd., πιστὸν om. Pap
<lb/>22 ἀνῆκεν Pap: ἀνήνεγκεν codd. ἀμερὲς H χρόνων M: χρόνου Η, χρόνον ceteri διαστήματα Pap: διάστημα ἁ AGPU, διάστημα MH, ἁ (om. διαστήματα) F</note> <note xml:lang="lat" type="footnote">5—7 DR fol. 148r DV p. 438 Flor. Paris. No.
<lb/>4 (= Max. Ecl. c. 1) Anton. Mel.
<lb/>1 <lb n="7"/> Col. 793 Φίλωνος: κακίας ἔξοδος — ἐπεισέρχεται.</note>  

<pb n="v.1.p.257"/>
πολλὰς πρὸς ἑκάτερον τό τε εὖ καὶ χεῖρον τροπὰς λαμβάνον καὶ διαλλάττοντας
ἀεὶ τύπους δέχεται τοτὲ μὲν καθαροῦ καὶ δοκίμου τοτὲ δὲ
παρακεκομμένου καὶ κιβδήλου νομίσματος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="138"><p>τὴν δεδεγμένην οὖν χώραν ἄμφω τὰ μαχόμενα καλόν τε καὶ αἰσχρὸν καὶ πρὸς ἑκάτερον ᾠκειωμένην
<lb n="5"/> καὶ τὴν ἴσην τιμὴν ἀμφοτέροις ἀπονέμουσαν οὐχ ἧττον ἄναγνον
ἢ εὐαγῆ κρίνας ὁ νομοθέτης ἀπὸ τοῦ θείου βωμοῦ κατεβίβασε· τὸ γὰρ
αἰσχρὸν βέβηλον, τὸ δὲ βέβηλον πάντως ἀνίερον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="139"><p>τοῦτο δὲ τὸ ἡγεμονικὸν διακεχώρικεν· εἰ δ’ ἐπίκρισιν πάσχοι, τηνικαῦτα πάντων τῶν
μερῶν κεκαθαρμένων ἀκηλίδωτον ἄχραντον ὁλοκαυτωθήσεται· νόμος γὰρ
<lb n="10"/> ὁλοκαυτωμάτων οὗτος, μηδὲν ἔξω τροφῆς σκυβάλων καὶ δέρματος, ἃ
σωματικῆς ἀσθενείας δείγματα, οὐχὶ κακίας, ἐστίν, ὑπολείπεσθαι τῷ
γενητῷ, τὰ δ’ ἄλλα ὅσα ψυχὴν ὁλόκληρον κατὰ πάντα τὰ μέρη
παρέχεται ὁλοκαυτοῦν θεῷ.</p><note xml:lang="mul" type="footnote"><lb/>1 πολλὰς scripsi: πολλὰ εἰ Pap, om. codd. τὸ εὑ καὶ τὸ χεῖρον Pap λαμβάνοντα F1.
<lb/>2 καὶ διαλαττοντας Pap: ἀλλάττοντας (om. καὶ) codd.
<lb/>3 καὶ om. F οὖν om. Pap
<lb/>6 κατεβίβασεν U τὸ] τὸν Γ’
<lb/>7 τοῦτο δέ] fort. scribendum <add>διὰ</add> τοῦτο δὴ
<lb/>8 δὴ κεχώρηκεν Α, διακεχώρηκεν ceteri hic desinunt UF εἰ — τηνικαῦτα om. Pap πάσχοι Α: παράσχοι ceteri πάντων] ἀυτῶν Pap
<lb/>9 αχρωτον Pap
<lb/>10 οὕτως Pap ἔξω om. Α τροφὴν Pap
<lb/>11 διγμα Pap, δόγματα L οὔχι Pap: οὐ codd.
<lb/>12 γενητῷ MG: γεννητῶ ceteri κατὰ πάντα τὰ om. Pap μέρη codd. et Pap: μέλη v 
<lb/>13 παρέχεται ὁλοκαυτοῦν θεῷ om. Pap suhscriptio in Pap: ΦΙΛωΝΟC Περι ΓΕΝΕCΕωC ΑΒΗΛ ωΝ ΑΥΤΟC Τε ΚΑΙ ΑΔΕΛΦΟC ΙεΡΟΥΡΓΟΥΨΙ —</note></div></div></body></text></TEI>