Προσάγει δ’ οὐ μόνον ἀπὸ τῶν πρωτοτόκων τὰς ἀπαρχὰς ἀλλὰ καὶ ἀπὸ τῶν στεάτων, ἐμφαίνων ὅτι τὰ τῆς ψυχῆς γεγηθότα καὶ πίονα καὶ φυλακτικὰ καὶ χαρτὰ πάντα θεῷ παραχωρητέον. ὁρῶ δ’ ἔγωγε καὶ ἐν ταῖς τῶν θυσιῶν διατάξεσι τρία προστεταγμένον ἀναφέρειν ἀπὸ τῶν ἱερείων τὰ πρῶτα, στέαρ καὶ νεφροὺς καὶ λοβὸν ἥπατος (Lev. 3, 3 ss.), περὶ ὧν κατ’ ἰδίαν λέξομεν, οὐδαμοῦ δὲ ἐγκέφαλον ἢ καρδίαν, ἅπερ εἰκὸς ἦν πρὸ τῶν ἄλλων καθαγίζεσθαι, εἴ γε καὶ κατὰ τὸν νομοθέτην ἐν τῷ ἑτέρῳ τούτων τὸ ἡγεμονικὸν ἀνωμολόγηται. ἀλλὰ μήποτε ὁσίως πάνυ κἀκ περισκέψεως ἀκριβοῦς αὐτὰ εἰς τὸν τοῦ θεοῦ βωμὸν οὐκ ἀνῆκεν, ὅτι τὸ ἡγεμονικὸν κατὰ ἀμερῆ χρόνων διαστήματα 1 Ἰσραὴλ om. Pap 3 τῆς ψυχῆς G πάθη F 4 φθαρη Pap θεὸν] θεοῦ Pap (?) L 5 ἔγγονα Pap γίνονται U 6 ἀποστάντος DV 7 ὅσον] ὅσον γ’ v γ’ οὖν MGU ἐξῆλθον Pap 8 πανδεχην Pap 10 ἰσχύσαι scripsi: ισχυση Pap, ἴσχυσε codd. 11 κληρονομηθεὶς] κληθεὶς F, κλιθεὶς U (Mang.) παθὼν Α 13 ’δε Pap 14 εμφηνων Pap ὅτι] οὑν Α 15 τῶ θεῶ HP χωρητέον Α 16 δὴ τάξεσι Α προστεταγμένα HP (Pap?) ἀναφέρειν] φέρειν Pap, ἀφαιρεῖν UF 17 λωβὸν Α 18 λέξωμεν Α 19 καθαγίζεσθαι Mang., καταγιζεσθαι Pap: καθαγνίζεσθαι codd. 20 τούτω P 21 μήπω Α ὁσίως καὶ πάνυ Pap κὰν (?) Pap, κἀκ UF: καὶ ἐκ ceteri αὐτὰ add. Pap: om. codd. εἰς τὸν πιστὸν τοῦ θεοῦ βωμὸν codd., πιστὸν om. Pap 22 ἀνῆκεν Pap: ἀνήνεγκεν codd. ἀμερὲς H χρόνων M: χρόνου Η, χρόνον ceteri διαστήματα Pap: διάστημα ἁ AGPU, διάστημα MH, ἁ (om. διαστήματα) F 5—7 DR fol. 148r DV p. 438 Flor. Paris. No. 4 (= Max. Ecl. c. 1) Anton. Mel. 1 Col. 793 Φίλωνος: κακίας ἔξοδος — ἐπεισέρχεται. πολλὰς πρὸς ἑκάτερον τό τε εὖ καὶ χεῖρον τροπὰς λαμβάνον καὶ διαλλάττοντας ἀεὶ τύπους δέχεται τοτὲ μὲν καθαροῦ καὶ δοκίμου τοτὲ δὲ παρακεκομμένου καὶ κιβδήλου νομίσματος. τὴν δεδεγμένην οὖν χώραν ἄμφω τὰ μαχόμενα καλόν τε καὶ αἰσχρὸν καὶ πρὸς ἑκάτερον ᾠκειωμένην καὶ τὴν ἴσην τιμὴν ἀμφοτέροις ἀπονέμουσαν οὐχ ἧττον ἄναγνον ἢ εὐαγῆ κρίνας ὁ νομοθέτης ἀπὸ τοῦ θείου βωμοῦ κατεβίβασε· τὸ γὰρ αἰσχρὸν βέβηλον, τὸ δὲ βέβηλον πάντως ἀνίερον. τοῦτο δὲ τὸ ἡγεμονικὸν διακεχώρικεν· εἰ δ’ ἐπίκρισιν πάσχοι, τηνικαῦτα πάντων τῶν μερῶν κεκαθαρμένων ἀκηλίδωτον ἄχραντον ὁλοκαυτωθήσεται· νόμος γὰρ ὁλοκαυτωμάτων οὗτος, μηδὲν ἔξω τροφῆς σκυβάλων καὶ δέρματος, ἃ σωματικῆς ἀσθενείας δείγματα, οὐχὶ κακίας, ἐστίν, ὑπολείπεσθαι τῷ γενητῷ, τὰ δ’ ἄλλα ὅσα ψυχὴν ὁλόκληρον κατὰ πάντα τὰ μέρη παρέχεται ὁλοκαυτοῦν θεῷ. 1 πολλὰς scripsi: πολλὰ εἰ Pap, om. codd. τὸ εὑ καὶ τὸ χεῖρον Pap λαμβάνοντα F1. 2 καὶ διαλαττοντας Pap: ἀλλάττοντας (om. καὶ) codd. 3 καὶ om. F οὖν om. Pap 6 κατεβίβασεν U τὸ] τὸν Γ’ 7 τοῦτο δέ] fort. scribendum διὰ τοῦτο δὴ 8 δὴ κεχώρηκεν Α, διακεχώρηκεν ceteri hic desinunt UF εἰ — τηνικαῦτα om. Pap πάσχοι Α: παράσχοι ceteri πάντων] ἀυτῶν Pap 9 αχρωτον Pap 10 οὕτως Pap ἔξω om. Α τροφὴν Pap 11 διγμα Pap, δόγματα L οὔχι Pap: οὐ codd. 12 γενητῷ MG: γεννητῶ ceteri κατὰ πάντα τὰ om. Pap μέρη codd. et Pap: μέλη v 13 παρέχεται ὁλοκαυτοῦν θεῷ om. Pap suhscriptio in Pap: ΦΙΛωΝΟC Περι ΓΕΝΕCΕωC ΑΒΗΛ ωΝ ΑΥΤΟC Τε ΚΑΙ ΑΔΕΛΦΟC ΙεΡΟΥΡΓΟΥΨΙ —