ὥσπερ οὖν τῶν πόλεων τὸ ἐχυρώτατον εἰς διαμονὴν ἄνδρες εἰσὶν ἀγαθοί, οὕτως καὶ τῆς περὶ ἕκαστον ἡμῶν πόλεως, ἣ συνέστηκεν ἐκ ψυχῆς καὶ σώματος, τὸ βεβαιότατον εἰς ἵδρυσιν ἔλαχον οἱ φρονήσεως καὶ ἐπιστήμης ἐρασταὶ λόγοι, οὓς ὁ νομοθέτης μεταφορᾷ χρώμενος λύτρα καὶ πρωτοτόκους καλεῖ δι’ ἃς εἶπον αἰτίας ἤδη. ταύτῃ καὶ τὰς πόλεις τῶν Λευιτῶν „λυτρωτὰς διὰ παντὸς“ εἶναί φησιν (Lev. 25, 32), ὅτι ὁ θεοῦ θεραπευτὴς αἰώνιον ἐλευθερίαν κεκάρπωται κατὰ τὰς συνεχεῖς τροπὰς τῆς ἀεικινήτου ψυχῆς ἰάσεις δεχόμενος ἐπαλλήλους· τὸ γὰρ λυτρωτὰς μὴ ἅπαξ ἀλλὰ διὰ παντός, ὥς φησι, γίνεσθαι τοιοῦτον ὑποβάλλει νοῦν, ἀεὶ μὲν τρέπεσθαι, ἀεὶ δὲ ἐλευθεροῦσθαι, τῆς μὲν τροπῆς διὰ τὸ φύσει θνητὸν ἐγγινομένης, τῆς δὲ ἐλευθερίας χάριτι τοῦ εὐεργέτου, ὃν κλῆρον ἔλαχεν, βεβαιουμένης. ἄξιον δὲ μὴ παρέργως σκέψασθαι, τί δή ποτε τὰς πόλεις τῶν Λευιτῶν ἀνῆκε τοῖς φυγάσι, τοῖς ἱερωτάτοις τοὺς ἀνιέρους εἶναι δοκοῦντας συνοικεῖν ἀξιώσας· οὗτοι δ’ εἰσὶν οἱ τὸν ἀκούσιον φόνον 1 δένδρον F 2 ἀποβάλλοντι UF: ἀποβαλόντι ceteri 3. 4 ἐχυρώτατον Pap MAG: ὀχυρώτατον ceteri 4 οὕτως Pap UF: οὕτω ceteri 5 ἡμῶν — ἵδρυσιν (6) om. F G καὶ ἐπιστήμης om. Η 8 ταύτης F λυτρατας Pap, λυτρώσας UF 9 θεὸς G 10 ἀκινήτου GP 11 λυτρώσας UF 12 φησιν Pap γείνεσθαι Pap, γίνεσθαι UF: γενέσθαι ceteri 13 θνητὸν] κινητὸν coni. Markland 14 χάριτι του εὐεργέτου ὂν κλῆρον ἔλαχεν βεβαιουμενης Pap: διὰ τὴν τοῦ θεοῦ θεραπείαν ἐπιγινομένης codd. 16 ἀνῆκε] ἄν καὶ UF τοὺς ἀνιέρους] καὶ ἀνιέροις U, καὶ τοὺς ἀνιέρους Mang. 3 sqq. ibid. . . . sicut ergo urbs tota solidatur atque urgetur coetu sapientium, . . . ita sermo gravis et quidem senilis plenus prudentiae stabiiire uniuscuiusque animam et contirmare mentem solet. iam si accedat multarum lectionum usus, . . . perpetuum urbis eius quae in singulorum est praecordiis statum efficit. 7 sqq. ibid. II 4, 13 Ideo ergo primogenitos et redemptores ceterorum Levitas Moyses appellavit. . . . unde et civitates Levitarum in veteri Testamento redemptrices significavit Moyses, quia is qui confugit ad eam animam, in qua habitat Dei verbum, quae urbis modo munita atque vallata sit, perpetuam libertatem acquirit sibi. 15 sqq. ibid. § 14 Nec absurdum putes quod facinorosi cohabitant piis ac maculosi sacratis; opus enim habent purificari qui aliquo polluti sunt delictorum contagio. et quodammodo diverso genere causa concurrit: sicut enim Levites mundanis voluptatibus abdicatus exul est culpae, ita sanguinis reus fugitivus est patriae. sed hoc interest, quod iste necessitate suos deserit propter metum legis, minister autem Dei humanarum consortiis renuntiat passionum . . . propter studia virtutis. δράσαντες. λεκτέον οὖν πρῶτον μὲν τἀκόλουθον τῷ πάλαι λεχθέντι, ὅτι ὁ σπουδαῖος τοῦ φαύλου λύτρον, ὥστ’ εἰκότως πρὸς τοὺς ἱερωμένους οἱ διαμαρτάνοντες ἀφίξονται τοῦ καθαρθῆναι χάριν· ἔπειθ’ ὅτι φυγάδας οἱ Λευῖται προσίενται καὶ αὐτοὶ δυνάμει φυγάδες ὄντες· ὡς γὰρ ἐκεῖνοι τῶν πατρίδων ἐλαύνονται, οὕτως καὶ οὗτοι καταλελοίπασι τέκνα, γονεῖς, ἀδελφούς, τὰ οἰκειότατα καὶ φίλτατα, ἵνα ἀντὶ θνητοῦ τὸν ἀθάνατον κλῆρον εὕρωνται· διαφέρουσι δὲ ὅτι ἐκείνοις μὲν ἀβούλητος ἡ φυγὴ δι’ ἔργον ἀκούσιον, τούτοις δὲ ὁ δρασμὸς ἑκούσιος δι’ ἔρωτα τῶν ἀρίστων, καὶ ὅτι τοῖς μὲν οἱ Λευῖται καταφυγή, τοῖς δὲ Λευίταις ὁ πάντων ἡγεμών ἐστιν, ἵν’ οἱ μὲν ἀτελεῖς νόμον ἔχωσι τὸν ἱερὸν λόγον, οὗτοι δὲ τὸν ᾧ ἱερῶνται θεόν. ἔτι γε μὴν οἱ τὸν ἀκούσιον φόνον δράσαντες τὰς αὐτὰς τοῖς Λευίταις πόλεις ἔλαχον οἰκεῖν, ὅτι καὶ οὗτοι διὰ φόνον ὅσιον προνομίας ἠξιώθησαν· ὅτε γοῦν ἡ ψυχὴ τραπεῖσα τὸν Αἰγύπτιον θεόν, τὸ σῶμα, ὡς χρυσὸν ἐξετίμησε, τόθ’ οἱ ἱεροὶ λόγοι πάντες αὐτοκέλευστοι μεθ’ ὅπλων ὁρμήσαντες ἀμυντηρίων, τῶν κατ’ ἐπιστήμην ἀποδείξεων, ἡγεμόνα προστησάμενοι καὶ στρατηγὸν τὸν ἀρχιερέα καὶ προφήτην καὶ φίλον τοῦ θεοῦ Μωυσῆν πόλεμον ἀκήρυκτον ὑπὲρ εὐσεβείας ἐπολέμουν καὶ οὐ πρότερον ἀπηλλάγησαν, ἢ πάντα τὰ τῶν ἐναντιουμένων δόγματα καταλῦσαι· ὥστ’ εἰκότως σύνοικοι γεγόνασιν οἱ τὰς ὁμοίας εἰ καὶ μὴ