<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="116"><p>ὥστε καὶ ἀθληταὶ μὴ δυνάμενοι νικηφορεῖν, ἀεὶ δὲ ἡττώμενοι, καταλυέτωσαν· καὶ εἴ τις ἔμπορος ἢ ναύκληρος
θαλαττεύων ἐπαλλήλοις κακοπραγίαις χρῆται, μετατραπόμενος ἠρεμείτω·
<lb n="15"/> ὅσοι τε τὰς μέσας ἐπιτηδεύσαντες τέχνας μηδὲν ἠδυνήθησαν διὰ
σκληρότητα φύσεως μάθημα παραδέξασθαι, ἐπαινετοὶ καταλύοντες· οὐ
γὰρ ἕνεκα ἀσκήσεως ἀσκεῖται τὰ τοιαῦτα, ἀλλὰ τοῦ πρὸς ὃν ἀναφέρεται
σκοποῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="117"><p>ἐὰν οὖν ἐμποδοστατῇ πρὸς τὰς ἀμείνους ἐπιδόσεις ἡ φύσις, μὴ ἀνόνητα ἀντιτείνωμεν, συμπραττούσης δὲ ἀπαρχαῖς καὶ τιμαῖς γεραίρωμεν
<lb n="20"/> τὸ θεῖον, αἳ λύτρα τῆς ἡμετέρας ψυχῆς εἰσι, δεσποτῶν ἀνημέρων αὐτὴν
ἀπαλλάττουσαι καὶ εἰς ἐλευθερίαν ἐξαιρούμεναι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="118"><p><milestone unit="altref" n="36"/> καὶ γὰρ τοὺς Λευίτας ὁμολογεῖ Μωυσῆς τοὺς ἀντὶ τῶν πρωτοτόκων γενομένους θεραπευτὰς
<note xml:lang="mul" type="footnote"><lb/>1 ἔαν μὴ Pap: ἐὰν δὲ μὴ codd. δυνηθῆς Pap UF: δύνῃ ceteri
<lb/>2 μέθες] μετάθες UF
<lb/>5 ὧν Pap UF: τῶν ceteri ἄλλα UF ἀναγκαίων om. Pap UF 
<lb/>6 τῶν om. F πραγματεύονται Pap UF: ὅσα πραγματεύονται ceteri ἐπεὶ MAUFD (Pap?): ἐπεὶ δ’ GHP
<lb/>7 ἑαυτοῦ UFD: αὐτοῦ MAH, αὐτοῦ GP 
<lb/>8 προσωφελῆσαι UF δ’ AUF ἐὰν] εἰ H
<lb/>9 ανωφεληται Pap 
<lb/>10 οἴχεται Pap UF: οἰχήσεται ceteri τἄλλα Pap U: τὰ ἄλλα MGHP, πάντα τἆλλα F, τὰ πάντα Α ἐστιν Pap
<lb/>12 ἀκρωτηριάσειν U ἐθέλῃς UF, θέλῃς Pap: ἐθελήσης ceteri καὶ om. Pap
<lb/>13 δ’ UF
<lb/>14 μετατραπόμενος Pap F: μετατρεπόμενος ceteri Ib ὅσοις Pap τε] δὲ Pap F ἐδυνήθησαν Pap
<lb/>16 προσδέξασθαι U, ὑποδέξασθαι Α κατακλύοντες F 
<lb/>18 τὰς add. Pap UF: om. ceteri ἐπιδόσεις om. Pap. UF ἡ om. Pap 
<lb/>19 ἀντικινῶμεν UF γερέρωμεν F
<lb/>20 λύτρον F ἡμετέρας om. L ἔσιν Pap
<lb/>21 γὰρ om. Pap
<lb/>22 Μώσης MAGHP γενομένας G θεραπευτὰς γιγνομένους UF</note> <note xml:lang="mul" type="footnote"><lb/>4 —
<lb/>8 D R fol. 274r (Φίλωνος): φημὶ δὲ ταῦτα οὐ περὶ τῶν μέσων τεχνῶν, ἐπεὶ ὅ γε περ ἀγαθῶν τελείων πόνος, κἄν ὑστερίζῃ τοῦ τέλους, ἱκανὸς ἐξ ἑαυτοῦ ὠφελῆσαι τοὺς χρωσμενους.</note>  

<pb n="v.1.p.250"/>
τοῦ μόνου ἀξίου θεραπεύεσθαι λύτρα τῶν ἄλλων ἁπάντων εἶναι·
„κἀγὼ“ γάρ φησιν „ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου <add>τῶν</add> υἱῶν
Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν
Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται. ἐμοὶ γὰρ
πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, <lb n="5"/>
 ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ“ (Num. 3, 12. 13).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="119"><p>ὁ καταπεφευγὼς
ἐπὶ θεὸν καὶ ἱκέτης αὐτοῦ γεγονὼς λόγος ὀνομάζεται Λευίτης·
τοῦτον ἐκ τοῦ μεσαιτάτου καὶ ἡγεμονικωτάτου τῆς ψυχῆς λαβών, τουτέστι
προσλαβόμενος καὶ προσκληρώσας ἑαυτῷ, τῆς τῶν πρεσβείων ἠξίωσε
μερίδος· ὥστε ἐνθένδε δῆλον εἶναι, ὅτι ὁ μὲν Ῥουβὴν τοῦ Ἰακώβ, ὁ <lb n="10"/>
δὲ Λευὶ τοῦ Ἰσραὴλ πρωτότοκός ἐστιν, ὁ μὲν τὰ χρόνου, ὁ δὲ τὰ
 ἀξιώματος καὶ δυνάμεως φερόμενος πρεσβεῖα·</p></div></div></body></text></TEI>