<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="100"><p>τίς οὖν ἀγνοεῖ ὅτι εὐγηρία καὶ εὐθανασία μέγιστα τῶν <lb n="5"/> ἀνθρωπείων ἀγαθῶν ἐστιν, ὧν οὐδετέρου κοινωνὸς ἡ φύσις ἀγήρως τε
 καὶ ἀθάνατος οὖσα; καὶ τί παράδοξον, εἰ τὸ  <milestone unit="altpage2" n="p. 183 M."/> ἀγένητον γενητῶν ἀγαθοῖς
οὐκ ἀξιοῖ προσχρῆσθαι, ὁπότε καὶ τὸ γενόμενον αὐτὸ κατὰ τὰς τῶν
εἰδῶν εἰς ἃ τέμνεται διαφορὰς ἀνομοίων μεταποιεῖται ἀρετῶν; ἄνδρες
γοῦν <add>οὐ</add> γυναιξὶν οὐδὲ γυναῖκες ἀνδράσιν ἁμιλλήσαιντο ἂν περὶ ὧν
<lb n="10"/> μόνοις τοῖς ἑτέροις ἁρμόττει προσεῖναι· ἀλλ’ αἱ μὲν γυνάνδρων, εἰ
ζηλώσαιεν τὰ ἀνδρῶν, οἱ δὲ ἀνδρογύνων, εἰ τοῖς γυναικῶν ἐπίθοιντο
ἐπιτηδεύμασι, δύσκλειαν οἴσονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="101"><p>ἐνίας δὲ ἀρετὰς ἡ φύσις οὕτως διακέκρικεν, ὡς μηδὲ ἐξ ἐπιτηδεύσεως εἰς κοινωνίαν ἀχθῆναι δύνασθαι·
τὸ γοῦν σπείρειν καὶ γεννᾶν κατ’ ἀρετὴν ἀνδρῶν ἴδιον, οὐκ ἂν εὕροι τοῦτό
<lb n="15"/> γε γυνή· καὶ μὴν ἀγαθὸν οὖσαν γυναικῶν εὐτοκίαν ἀνδρὸς οὐ δέχεται
φύσις. ὥστε οὐδὲ τὸ „ὡς ἄνθρωπος“ (Deut. 1,31) ἐπὶ θεοῦ κυριολογεῖται,
κατάχρησις δὲ ὀνομάτων ἐστὶ παρηγοροῦσα τὴν ἡμετέραν ἀσθένειαν.
ἀφελεῖς οὖν, ὦ ψυχή, πᾶν γενητὸν θνητὸν μεταβλητὸν βέβηλον ἀπὸ
ἐννοίας τῆς περὶ θεοῦ τοῦ ἀγενήτου καὶ ἀφθάρτου καὶ ἀτρέπτου καὶ
<lb n="20"/> ἁγίου καὶ μόνου μακαρίου. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="102"><p><milestone unit="altref" n="31"/> τὸ δὲ „παντὸς διανοίγοντος μήτραν τὰ
<note xml:lang="mul" type="footnote"><lb/>1 φέρ’ οὑν Pap, φέρε οὖν UF: φέρε δ’ οὑν ceteri
<lb/>2 ὦν] ὧνπερ P1 ἀπάντων] ἀπὸ τῶν UF, τῶν P1
<lb/>4 ἀγηρία καὶ ἀθανασία Η ευγηρεια Pap
<lb/>5 ἀνθρωπίνων L οὐδετέρου F, οὐδ’ ἑτέρου U: οὔθ’ ἑτέρου MAG, οὐθετέρου HP
<lb/>6 καὶ τί] καίτοι P ἀγένητον Pap HP: ἀγέννητον ceteri γενητῶν Pap, γεννητῶν U, γεννητὸν F : om. ceteri
<lb/>7 τὸ γεννώμενον αὐτῶ Α
<lb/>8 ἰδὼν Pap, εἰδῶν UF: εἰδέων P, ἰδεῶν ceteri ἁ UF (Pap?): ἅς ceteri <add>οὐ</add> μεταποιεῖται coni. 
<lb/>9 οὐ om. Pap et codd., add. Turn. ἁμιλλήσοιντ᾿ ἄν GHP, ἀμελήσοιντ᾿ ἄν MA 
<lb/>10 τοῖς om. UF ἁρμόττει ἑτέροις transp. UF ἀλλ’ αἱ μὲν γυνάνδρων Pap UF: ἀλλὰ μὲν γυναικῶν γυναιξὶ πρὸς ἀνδρῶν M, ἀλλ’ ἆ μὲν ἀλλὰ μὲν P-) γυναῖκες γυναιξὶ πρὸς ἀνδρῶν AP2, ἀλλὰ γυναῖκες γυναιξὶ πρὸς ἀνδρῶν GHP1
<lb/>11 ζηλώσαιε U γυναικῶν — δύσκλειαν (12) om. U ἐπιθοῖντο F, ἐπιθεῖντο G corr., επιτιθοιντο Pap 
<lb/>12 δυσκολίαν οἴσονται F, λίαν οἴσονται U ante ἡ φύσις add. οὖ MAGP, οὐκ Η οὐτῶ G
<lb/>13 μήδ’ AUF ἐξ om. UF ἐπιτηδεύσω F
<lb/>14 κατὰ MGHP κατ’ ἀρετὴν] κατ’ ἐξαίρετον coni. Wendl. ἰδίων P 14.
<lb/>15 τοῦτό γε] τόπον U, τόποτε F 
<lb/>15 ἀγαθὸν Pap UH: ἀγαθῶν ceteri ἀνδρὸς Pap UF: ἀνδρῶν ceteri
<lb/>16 φύσις] σύστασις UF ὥστ’ UF τὸ „ὡς ἄνθρωπος“ Wendl.: τὰ ὅσα ὡς ἄνθρωπος F, τὰ ὅσα ὡς ἄνθρωποι U, τὰ ὅσα ἀνθρώποις ceteri
<lb/>17 ἐστιν παρηγοροῦσαν Pap 
<lb/>18 ἀφέλοις P ὦ om. Α γεννητὸν AGHU
<lb/>19 τοῦ om. MUF ἀγεννήτου AGHU καὶ ἀφθάρτου καὶ ἀτρέπτου om. Pap
<lb/>20 πᾶν διανοῖγον G τὰ om. UF</note>  

<pb n="v.1.p.244"/>
ἀρσενικὰ τῷ κυρίῳ“ (Exod. 13, 12) φυσικώτατα ἔχει. ὥσπερ γὰρ
ταῖς γυναιξὶ πρὸς ζῴων γένεσιν οἰκειότατον μέρος ἡ φύσις ἔδωκε μήτραν,
οὕτως πρὸς γένεσιν πραγμάτων ὥρισεν ἐν ψυχῇ δύναμιν, δι’ ἧς κυοφορεῖ
 καὶ ὠδίνει καὶ ἀποτίκτει πολλὰ διάνοια.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.1st1K-grc1" subtype="section" n="103"><p>τῶν δὲ ἀποκυουμένων ἐννοημάτων
τὰ μὲν ἄρρενα, τὰ δὲ θήλεα, καθάπερ ἐπὶ ζῴων εἶναι συμβέβηκε· <lb n="5"/>
θῆλυ μὲν οὖν ἔγγονον ψυχῆς ἐστι κακία καὶ πάθος, οἷς καθ’ ἕκαστον
τῶν ἐπιτηδευμάτων ἐκθηλυνόμεθα, ἄρρεν δὲ εὐπάθεια καὶ ἀρετή, ὑφ’
ὧν ἐγειρόμεθα καὶ ῥωννύμεθα. τούτων δὲ τὴν μὲν ἀνδρωνῖτιν ἑστίαν
πᾶσαν ἀνιερωτέον θεῷ, τὴν δὲ γυναικωνῖτιν ἀπονεμητέον ἑαυτοῖς· διὸ
καὶ προστέτακται· „πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ.“ <lb n="10"/>
</p></div></div></body></text></TEI>