τίς οὖν ἀγνοεῖ ὅτι εὐγηρία καὶ εὐθανασία μέγιστα τῶν ἀνθρωπείων ἀγαθῶν ἐστιν, ὧν οὐδετέρου κοινωνὸς ἡ φύσις ἀγήρως τε καὶ ἀθάνατος οὖσα; καὶ τί παράδοξον, εἰ τὸ ἀγένητον γενητῶν ἀγαθοῖς οὐκ ἀξιοῖ προσχρῆσθαι, ὁπότε καὶ τὸ γενόμενον αὐτὸ κατὰ τὰς τῶν εἰδῶν εἰς ἃ τέμνεται διαφορὰς ἀνομοίων μεταποιεῖται ἀρετῶν; ἄνδρες γοῦν οὐ γυναιξὶν οὐδὲ γυναῖκες ἀνδράσιν ἁμιλλήσαιντο ἂν περὶ ὧν μόνοις τοῖς ἑτέροις ἁρμόττει προσεῖναι· ἀλλ’ αἱ μὲν γυνάνδρων, εἰ ζηλώσαιεν τὰ ἀνδρῶν, οἱ δὲ ἀνδρογύνων, εἰ τοῖς γυναικῶν ἐπίθοιντο ἐπιτηδεύμασι, δύσκλειαν οἴσονται. ἐνίας δὲ ἀρετὰς ἡ φύσις οὕτως διακέκρικεν, ὡς μηδὲ ἐξ ἐπιτηδεύσεως εἰς κοινωνίαν ἀχθῆναι δύνασθαι· τὸ γοῦν σπείρειν καὶ γεννᾶν κατ’ ἀρετὴν ἀνδρῶν ἴδιον, οὐκ ἂν εὕροι τοῦτό γε γυνή· καὶ μὴν ἀγαθὸν οὖσαν γυναικῶν εὐτοκίαν ἀνδρὸς οὐ δέχεται φύσις. ὥστε οὐδὲ τὸ „ὡς ἄνθρωπος“ (Deut. 1,31) ἐπὶ θεοῦ κυριολογεῖται, κατάχρησις δὲ ὀνομάτων ἐστὶ παρηγοροῦσα τὴν ἡμετέραν ἀσθένειαν. ἀφελεῖς οὖν, ὦ ψυχή, πᾶν γενητὸν θνητὸν μεταβλητὸν βέβηλον ἀπὸ ἐννοίας τῆς περὶ θεοῦ τοῦ ἀγενήτου καὶ ἀφθάρτου καὶ ἀτρέπτου καὶ ἁγίου καὶ μόνου μακαρίου. τὸ δὲ „παντὸς διανοίγοντος μήτραν τὰ 1 φέρ’ οὑν Pap, φέρε οὖν UF: φέρε δ’ οὑν ceteri 2 ὦν] ὧνπερ P1 ἀπάντων] ἀπὸ τῶν UF, τῶν P1 4 ἀγηρία καὶ ἀθανασία Η ευγηρεια Pap 5 ἀνθρωπίνων L οὐδετέρου F, οὐδ’ ἑτέρου U: οὔθ’ ἑτέρου MAG, οὐθετέρου HP 6 καὶ τί] καίτοι P ἀγένητον Pap HP: ἀγέννητον ceteri γενητῶν Pap, γεννητῶν U, γεννητὸν F : om. ceteri 7 τὸ γεννώμενον αὐτῶ Α 8 ἰδὼν Pap, εἰδῶν UF: εἰδέων P, ἰδεῶν ceteri ἁ UF (Pap?): ἅς ceteri οὐ μεταποιεῖται coni. 9 οὐ om. Pap et codd., add. Turn. ἁμιλλήσοιντ᾿ ἄν GHP, ἀμελήσοιντ᾿ ἄν MA 10 τοῖς om. UF ἁρμόττει ἑτέροις transp. UF ἀλλ’ αἱ μὲν γυνάνδρων Pap UF: ἀλλὰ μὲν γυναικῶν γυναιξὶ πρὸς ἀνδρῶν M, ἀλλ’ ἆ μὲν ἀλλὰ μὲν P-) γυναῖκες γυναιξὶ πρὸς ἀνδρῶν AP2, ἀλλὰ γυναῖκες γυναιξὶ πρὸς ἀνδρῶν GHP1 11 ζηλώσαιε U γυναικῶν — δύσκλειαν (12) om. U ἐπιθοῖντο F, ἐπιθεῖντο G corr., επιτιθοιντο Pap 12 δυσκολίαν οἴσονται F, λίαν οἴσονται U ante ἡ φύσις add. οὖ MAGP, οὐκ Η οὐτῶ G 13 μήδ’ AUF ἐξ om. UF ἐπιτηδεύσω F 14 κατὰ MGHP κατ’ ἀρετὴν] κατ’ ἐξαίρετον coni. Wendl. ἰδίων P 14. 15 τοῦτό γε] τόπον U, τόποτε F 15 ἀγαθὸν Pap UH: ἀγαθῶν ceteri ἀνδρὸς Pap UF: ἀνδρῶν ceteri 16 φύσις] σύστασις UF ὥστ’ UF τὸ „ὡς ἄνθρωπος“ Wendl.: τὰ ὅσα ὡς ἄνθρωπος F, τὰ ὅσα ὡς ἄνθρωποι U, τὰ ὅσα ἀνθρώποις ceteri 17 ἐστιν παρηγοροῦσαν Pap 18 ἀφέλοις P ὦ om. Α γεννητὸν AGHU 19 τοῦ om. MUF ἀγεννήτου AGHU καὶ ἀφθάρτου καὶ ἀτρέπτου om. Pap 20 πᾶν διανοῖγον G τὰ om. UF ἀρσενικὰ τῷ κυρίῳ“ (Exod. 13, 12) φυσικώτατα ἔχει. ὥσπερ γὰρ ταῖς γυναιξὶ πρὸς ζῴων γένεσιν οἰκειότατον μέρος ἡ φύσις ἔδωκε μήτραν, οὕτως πρὸς γένεσιν πραγμάτων ὥρισεν ἐν ψυχῇ δύναμιν, δι’ ἧς κυοφορεῖ καὶ ὠδίνει καὶ ἀποτίκτει πολλὰ διάνοια. τῶν δὲ ἀποκυουμένων ἐννοημάτων τὰ μὲν ἄρρενα, τὰ δὲ θήλεα, καθάπερ ἐπὶ ζῴων εἶναι συμβέβηκε· θῆλυ μὲν οὖν ἔγγονον ψυχῆς ἐστι κακία καὶ πάθος, οἷς καθ’ ἕκαστον τῶν ἐπιτηδευμάτων ἐκθηλυνόμεθα, ἄρρεν δὲ εὐπάθεια καὶ ἀρετή, ὑφ’ ὧν ἐγειρόμεθα καὶ ῥωννύμεθα. τούτων δὲ τὴν μὲν ἀνδρωνῖτιν ἑστίαν πᾶσαν ἀνιερωτέον θεῷ, τὴν δὲ γυναικωνῖτιν ἀπονεμητέον ἑαυτοῖς· διὸ καὶ προστέτακται· „πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ.“