<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="91"><p>ἴθι γάρ, εἰ θέλεις, συνεπίσκεψαι τὰς
ἀοιδίμους πανηγύρεις ἡμῶν. ὅσαι μὲν δὴ κατ’ ἔθνη βαρβαρικά τε καὶ
ἑλληνικὰ ἐκ μυθικῶν πλασμάτων συνέστησαν ἄλλαι παρ’ ἄλλοις κενὸν
τῦφον ἔχουσαι τὸ τέλος, ἀφείσθωσαν· καὶ γὰρ οὐδ’ ὁ σύμπας ἀνθρώπων <lb n="15"/>
βίος ἐξαρκέσει πρὸς τὸ τὰς ἐνυπαρχούσας ἀτοπίας ἑκάσταις ἀκριβῶσαι·
ἃ δ’ <add>ἂν</add> ἀντὶ πολλῶν εἴποι τις ἐφ’ ἁπάσας ὀλίγα στοχαζόμενος τοῦ
 καιροῦ, λεκτέον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="92"><p>πάσης ἑορτῆς τε καὶ πανηγύρεως τῶν παρ’ ἡμῖν τὰ
θαυμαστὰ καὶ περιμάχητα ἔργα ταῦτα· ἄδεια ἄνεσις ἐκεχειρία μέθη
παροινία κῶμοι χλιδὴ θρύψις θυραυλίαι παννυχίδες, ἀπρεπεῖς ἡδοναί, <lb n="20"/>
μεθημερινοὶ γάμοι, βιαιόταται ὕβρεις, ἀσκήσεις ἀκρασίας, ἀφροσύνης μελέται,
ἐπιτηδεύσεις αἰσχρῶν, φθορὰ παντελὴς τοῦ καλοῦ, νυκτεγερσίαι
πρὸς ἀπλήστους ἐπιθυμίας, <milestone unit="altpage1" n="p. 156 M."/>  ὕπνος ἐν ἡμέρᾳ, ὁπότε καιρὸς ἐγρηγόρσεως,
 φύσεως ἔργων ἐναλλαγή·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="93"><p>τότε ἀρετὴ μὲν ὡς βλαβερὸν γελᾶται, κακία
δὲ ὡς ὠφέλιμον ἁρπάζεται, τότε τὰ μὲν πρακτέα ἄτιμα, τὰ δὲ μὴ <lb n="25"/>
πρακτέα ἐπίτιμα, τότε μουσικὴ μὲν καὶ φιλοσοφία καὶ πᾶσα παίδευσις,
τὰ τῆς θείας ψυχῆς θεῖα ὡς ἀληθῶς ἀγάλματα, ἀφωνίαν ἴσχει, αἱ δὲ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀλεαινόμενος MAP: αὐαινόμενος GH τροπὰς τρεπόμενος M: τρεπόμενος τροπάς AP, τροπὰς ἀλεαινόμενος GH
<lb/>7 τἄ μὲν τρεπόμενα GII: τὰ μετατρεπόμενα AP, τὰ τρεπόμενα M
<lb/>9 κἀν GII: Κάιν M, καὶ AP ποιεῖ MAP
<lb/>10 ὥ θεῶ AP 
<lb/>11 ἐπιβάλλον MAP: ἐπιβάλλειν GH μόνον AP αἰτίου] ἀστείου AP
<lb/>12 ἴσθι MG θέλῃς AP συνεπισκέψασθαι L, συνεπίσκεψαι ceteri Ih τῦφον MH 
<lb/>16 ἑκάσταις Weudl, : ἑκάστοις codd.
<lb/>17 ἆ δ’ scripsi: ἅς δ’ MGH, ἀλλ’ AP ἄν addidi
<lb/>18 πάσης om. AP τῶν om. AP
<lb/>19 ἐκκεχειρία codd.
<lb/>20 ἀτρεπεῖς AP
<lb/>22 νυκτεργασίαι P
<lb/>24 γελάτερον (sic) AP
<lb/>25 δ’ AP πρακταῖα AP 
<lb/>26 πρακταῖα AP
<lb/>27 αἱ δὲ Ε; coui. Mang.</note> <note xml:lang="mul" type="footnote"><lb/>21 μεθημερινοὶ γάμοι ex Demosth. De cor. § 129.</note>  

<pb n="v.1.p.193"/>
μαστροπεύουσαι καὶ προξενοῦσαι τὰς ἡδονὰς γαστρὶ καὶ τοῖς μετὰ γαστέρα
ῥητορεύουσι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="94"><p><milestone unit="altref" n="28"/> τοιαῦται τῶν λεγομένων εὐδαιμόνων αἱ ἑορταί. καὶ μέχρι μὲν <add>ἐν</add> οἰκίαις ἢ χωρίοις βεβήλοις ἀσχημονοῦσιν, ἧττον
ἁμαρτάνειν μοι δοκοῦσιν· ἐπειδὰν δὲ ὥσπερ χειμάρρου φορὰ πάντῃ
<lb n="5"/> νεμηθεῖσα καὶ ἱερῶν τοῖς ἁγιωτάτοις προσπελάσασα βιάσηται, τὰ ἐν τούτοις
εὐαγῆ πάντα εὐθὺς ἔρριψεν, ὡς ἀπεργάσασθαι θυσίας ἀνιέρους,
ἱερεῖα ἄθυτα, εὐχὰς ἀτελεῖς, ἀμυήτους μυήσεις, ἀνοργιάστους τελετάς,
νόθον εὐσέβειαν, κεκιβδηλευμένην ὁσιότητα, ἁγνείαν ἄναγνον, κατεψευσμένην
ἀλήθειαν, βωμολόχον θεραπείαν θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="95"><p>καὶ πρὸς τούτοις ἔτι τὰ <lb n="10"/> μὲν σώματα λουτροῖς καὶ καθαρσίοις ἀπορρύπτονται, τὰ δὲ ψυχῆς
ἐκνίψασθαι πάθη, οἷς καταρρυπαίνεται ὁ βίος, οὔτε βούλονται οὔτε ἐπιτηδεύουσι·
καὶ λευχειμονοῦντες μὲν εἰς τὰ ἱερὰ βαδίζειν σπουδάζουσιν
ἀκηλιδώτους ἐσθῆτας ἀμπεχόμενοι, διάνοιαν δὲ κεκηλιδωμένην ἄχρι τῶν
ἀδύτων εἰσάγοντες οὐκ αἰδοῦνται.</p></div></div></body></text></TEI>