τὸ δὲ δόγμα τοῦτ’ ἐστί· μόνος ὁ θεὸς ἀψευδῶς ἑορτάζει· καὶ γὰρ μόνος γήθει καὶ μόνος χαίρει καὶ μόνος εὐφραίνεται καὶ μόνῳ τὴν ἀμιγῆ πολέμου συμβέβηκεν εἰρήνην ἄγειν· ἄλυπός ἐστι καὶ ἄφοβος καὶ ἀκοινώνητος κακῶν, ἀνένδοτος, ἀνώδυνος, ἀκμής, εὐδαιμονίας ἀκράτου μεστός· τελειοτάτη ἡ τούτου φύσις, μᾶλλον δὲ αὐτὸς ἄκρα καὶ τέλος καὶ ὅρος εὐδαιμονίας ὁ θεός, μετέχων μὲν οὐδενὸς ἑτέρου πρὸς βελτίωσιν, τὸ δὲ ἴδιον μεταδεδωκὼς ἅπασι τοῖς ἐν μέρει τῆς τοῦ καλοῦ πηγῆς, ἑαυτοῦ· τὰ γὰρ ἐν κόσμῳ καλὰ οὔποτ’ ἂν ἐγεγένητο τοιαῦτα, μὴ πρὸς ἀρχέτυπον τὸ πρὸς ἀλήθειαν καλὸν τὸ ἀγένητον καὶ μακάριον καὶ ἄφθαρτον ἀπεικονισθέντα. καὶ διὰ τοῦτο καὶ τὸ „σάββατον“ — ἑρμηνεύεται δ’ ἀνάπαυσις — „θεοῦ“ φησιν εἶναι Μωυσῆς πολλαχοῦ τῆς νομοθεσίας (Exod. 20, 10 al.), οὐχὶ ἀνθρώπων, ἁπτόμενος φυσιολογίας ἀναγκαίας — τὸ γὰρ ἐν τοῖς οὖσιν ἀναπαυόμενον, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἕν ἐστιν ὁ θεός —, ἀνάπαυλαν δὲ οὐ τὴν ἀπραξίαν καλῶν, ἐπειδὴ φύσει δραστήριον τὸ τῶν ὅλων αἴτιον παῦλαν οὐδέποτε ἴσχον τοῦ ποιεῖν τὰ κάλλιστα, ἀλλὰ τὴν ἄνευ κακοπαθείας μετὰ πολλῆς εὐμαρείας ἀπονωτάτην ἐνέργειαν· ἥλιον μὲν γὰρ καὶ σελήνην καὶ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον, ἅτε καὶ οὐκ ὄντα αὐτεξούσια καὶ κινούμενα καὶ φερόμενα συνεχῶς, θέμις εἰπεῖν κακοπαθεῖν· καὶ τοῦ καμάτου μαρτύριον ἐναργέστατον αἱ ἐτήσιοι ὧραι· τά τε γὰρ συνεκτικώτατα τῶν ἐν οὐρανῷ τὰς κινήσεις ἐναλλάττει, τοτὲ μὲν βορείους τοτὲ δὲ νοτίους τοτὲ δὲ ἀλλοίας ποιούμενα τὰς περιφοράς, 1 προσοίσεται Α 2 παριστᾶ(??) Α ἠξίωνται AP 3 δὲ alterum om. M 4 ἀρετάς om. AP 5 δὴ] δὲ Η 7 ἐν om. AP καὶ τὰς Mang. 9 δὲ om. G ὁ ἀψευδῶς ἑορτάζων AP 10 fort. γηθεῖ scribeudum II ἄλυπος M: ἀλλ’ αὐτὸς AP, om. GH 12 ἀκμῆς M 13 τούτου] τοῦ θεοῦ? δ’ AP 14 δ’ AP 16 ἄν om. AP ἐγεγένητο scripsi: ἐγεγένηντο M, ἐγένοντο ceteri 17 ἀγέννητον AP 22 καλῶν M: καλῶ GH, τῶν καλῶν AP 23 παῦλαν add. M: om. ceteri 27 ἐτησίαι AP 28. 29 τότε — τότε — τότε M 29 νοτείους AP δ’ ἀλλοίας H ἀλλοίας] ἄλλας coni, Mang. ὅ τε ἀὴρ ἀλεαινόμενος καὶ ψυχόμενος καὶ πάσας τροπὰς τρεπόμενος ἐκ τῶν ἰδίων παθημάτων ἐλέγχεται κάμνων, ἐπεὶ τὸ συνεκτικώτατον μεταβολῆς αἴτιον κάματος· εὔηθες δ’ ἐστὶ περὶ τῶν χερσαίων ἢ καθ’ ὕδατος μακρηγορεῖν τὰς καθόλου καὶ κατὰ μέρη τροπὰς αὐτῶν ἐπὶ μήκιστον διεξιόντα· ταῦτα γὰρ πολὺ πλείω τῶν μεταρσίων κατὰ τὸ εἰκὸς ἀσθένειαν ἐνδέχεται, ἅτε πλεῖστον μετέχοντα τῆς ὑστάτης καὶ γεώδους οὐσίας. ἐπειδὴ τοίνυν τὰ μὲν τρεπόμενα καμάτῳ πέφυκε μεταβάλλειν, ἄτρεπτος δὲ καὶ ἀμετάβλητος ὁ θεός, ἀκμὴς ἂν εἴη φύσει· τὸ δ’ ἀσθενείας ἀμέτοχον, κἂν πάντα ποιῇ, δι’ αἰῶνος ἀναπαυόμενον οὔποτε λήξει· ὥστε οἰκειότατον μόνῳ θεῷ τὸ ἀναπαύεσθαι. ἐδείχθη δὲ καὶ τὸ ἑορτάζειν ἐπιβάλλον αὐτῷ· μόνου ἄρα καὶ ἑβδόμαι καὶ ἑορταὶ τοῦ αἰτίου, ἀνθρώπων δὲ συνόλως οὐδενός.