οὗτος μὲν οὖν τὰς ἐπιφερομένας πληγὰς ἑκατέρᾳ τῶν χειρῶν ἀποσείεται καὶ τὸν αὐχένα περιάγων ὧδε κἀκεῖσε τὸ μὴ τυφθῆναι φυλάσσεται, πολλάκις δὲ καὶ δακτύλοις ποδῶν ἄκροις ἐπιβεβηκὼς καὶ πρὸς ὕψος αὑτὸν ἐξάρας ἢ στείλας καὶ συναγαγὼν ἔμπαλιν κατὰ κενοῦ φέρειν τὰς χεῖρας τὸν ἀντίπαλον ἠνάγκασε σκιαμαχίᾳ τι παραπλήσιον δρῶντα· ὁ δὲ οἰκέτης ἢ ὁ χαλκὸς μηδὲν ἀντιδρῶν ὑπέρριπται πάντα πεισόμενος, ὅσα ἂν ὁ διατιθεὶς ἐργάσασθαι διανοῆται. τοῦτο μὲν οὖν τὸ πάθος μήτε σώματι μήτε πολὺ μᾶλλον ψυχῇ δεξώμεθά ποτε, τὸ δ’ ἀντιπεπονθὸς ἐκεῖνο — ἐπειδὴ πάσχειν ἀνάγκη τὸ θνητόν —, ἵνα μὴ καθάπερ οἱ θηλυδρίαι κεκλασμένοι καὶ παρειμένοι καὶ προαναπίπτοντες μετ’ ἐκλύσεως ψυχικῶν δυνάμεων ἐξασθενῶμεν, ἀλλ’ ἐρρωμένοι τοῖς διανοίας τόνοις ἐπελαφρίζειν κἀπικουφίζειν ἰσχύωμεν τὴν φορὰν τῶν ἐπαρτωμένων δεινῶν. ἐπειδὴ τοίνυν θνητὸς οὐδεὶς οὐδενὸς ἐπιδέδεικται παγίως καὶ βεβαίως κύριος, οἱ δὲ λεγόμενοι δεσπόται δόξῃ μόνον, οὐ πρὸς ἀλήθειαν, ὀνομάζονται, ἀνάγκη δ’ ὡς ὑπήκοον καὶ δοῦλον, οὕτως ἡγεμόνα ἐν τῷ παντὶ εἶναι καὶ κύριον, γένοιτ’ ἂν ὁ τῷ ὄντι ἄρχων καὶ ἡγεμὼν εἷς ὁ θεός, ᾧ λέγειν ἦν πρεπῶδες, ὅτι πάντα αὐτοῦ κτήματα. καὶ ὡς μεγαλοπρεπῶς ἅμα καὶ θεοπρεπῶς διεξέρχεται περὶ τούτων, κατανοήσωμεν τὸ „ὅλα μου, φησίν, ἐστίν“. ὅλα δ’ ἐστὶν ἅ φησι „δῶρα καὶ δόματα καὶ καρπώματα, ἃ διατηροῦντες 1 ὃ addidi 2 καὶ ἢ AP, καὶ om. F ἀγωνιζομένου AP 4 τυπτηθῆναι UF φυλάττεται UF περὶ δακτύλοις F δακτύλοις] δικτύοις Η 5 καὶ πρὸς UF : καὶ om. ceteri αὐτὸν MGUF ἐπάρας AP 6 φέρει UF ἀναγκάσαι UF 7 τι scripsi: τινὶ codd. παραπλήσια F ἡ ὁ χαλκὸς om. AP χαλκεὺς F 8 ὑπερίπταται UF διατιθεὶς] διανοηθεὶς UF 9 σώματι] ὄμ ματι APUF 10 ποτὲ δεξώμεθα transp. UF 11 καθάπερ — παρειμένοι] θηλυδρίαι καθάπερ καὶ τεθλασμένοι καὶ παράνομοι καὶ παρεπόμενοι UF 13 τοῖς GH: ταῖς AP, τὰς M, τοῖς τῆς UF διανοίαις AP τόνοις om. AP ἐπικουφίζειν καὶ ἐπελαφρίζειν transp. UF 14 ἐπαρτωμένων Α, ἀπαρτωμένων UF 16 ὀνομάζονται D: νομίζονται codd. 17 γένοιτο δ’ ἄν UF ὁ om. F 18 εἷς om. UF ἣν] ἐστὶ U, ἐστὶν F 19. 20 διεξέρχεται ἄμα καὶ θεοπρεπῶς transp. U 20 κατανοήσωμεν: νοήσωμεν:— hic desinunt UF; addit U subscriptionem φίλωνος περὶ τῶν Χερουβὶμ τῆς φλογίνης ῥομφαίας: τὸ — ἅ φησι (21) in lacuna om. M, τὸ ὅλα μου, φησίν, ἐστίν om. AP 21 ἅ φησι] ἄφεσιν· ἀλλ’ οὐ AP δόματα] δόγματα GH 15 — 16 Dv p. 434 Anton. Mel. II 21 Col. 1064 Φίλωνος: οἱ λεγόμενοι δεσπόται δόξῃ μόνον, οὐ πρὸς ἀλήθειαν, ὀνομάζονται. προσοίσετε ἐν ταῖς ἐμαῖς ἑορταῖς ἐμοί“ (Num. 28, 2), πάνυ ἐκδήλως παριστὰς ὅτι τῶν ὄντων τὰ μὲν χάριτος μέσης ἠξίωται, ἣ καλεῖται δόσις, τὰ δὲ ἀμείνονος, ἧς ὄνομα οἰκεῖον δωρεά, τὰ δὲ τοιαῦτα γέγονεν, ὡς μὴ μόνον δύνασθαι καρποφορεῖν ἀρετάς, ἀλλὰ καὶ δι’ ὅλων ἤδη πεφυκέναι καρπὸς ἐδώδιμος, ᾧ μόνῳ ψυχὴ τοῦ φιλοθεάμονος τρέφεται. ὁ δὴ ταῦτα διδαχθεὶς καὶ διατηρεῖν καὶ διαφυλάττειν ἐν διανοίᾳ δυνάμενος ἄμωμον καὶ κάλλιστον ἱερεῖον οἴσει θεῷ πίστιν ἐν οὐ θνητῶν ἑορταῖς· ἑαυτῷ γὰρ τὰς ἑορτὰς προσκεκλήρωκε δόγμα τιθεὶς ἀναγκαιότατον τοῖς φιλοσοφίας θιασώταις.