<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="71"><p><milestone unit="altref" n="22"/> ἀλλ’ ἐὰν μεταβάλῃς καὶ ὧν χρὴ φρενῶν μοιραθῇς, ἐρεῖς πάντα τοῦ θεοῦ
κτήματα, οὐχὶ σαυτοῦ, τὰς διανοήσεις, τὰς ἐπιστήμας, τὰς τέχνας, τὰ
<lb n="20"/> θεωρήματα, τοὺς ἐν μέρει λογισμούς, τὰς αἰσθήσεις, τὰς διὰ τούτων
καὶ ἄνευ αὐτῶν ψυχῆς ἐνεργείας· ἐὰν δὲ μέχρι παντὸς ἀπαιδαγώγητον
καὶ ἀδίδακτον ἐάσῃς σεαυτόν, δουλεύσεις τὸν αἰῶνα χαλεπαῖς δεσποίναις,
οἰήσεσιν, ἐπιθυμίαις, ἡδοναῖς, ἀδικίαις, ἀφροσύναις, ψευδέσι δόξαις.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="72"><p>„εἰ“ γάρ φησιν „ἀποκριθεὶς εἴποι ὁ παῖς Ἠγάπηκα τὸν κύριόν μου καὶ <lb n="25"/> τὴν γυναῖκά μου καὶ τὰ παιδία, οὐκ ἄπειμι ἐλεύθερος“, ἀχθεὶς πρὸς τὸ
<note xml:lang="mul" type="footnote"><lb/>1 ταύτας CF: ταῦτα ceteri φροντίδων ἑτέρων transp. DF
<lb/>2 ἀνηκέστους scripsi: μηκίστους codd., μηκίστας v τοῖς] ταῖς G
<lb/>3 τὸ γῆρας UF 3.
<lb/>4 ὦν οὐδ’ ἀριθμὸν εὔπορον εὑρεῖν UF
<lb/>4 δ’ εἰσὶν UF οἱ] οὐ AP
<lb/>6 σου om. MGH παράνοιαι H: αἱ παροινίαι M, παρανομίαι ceteri
<lb/>8 ἐννοημάτων] νοημάτων M, φρονημάτων Mang. λογισμοὶ addidi ἑλκυσμοὺς MAPGH: ἑλκυσμοὶ UFL2 καὶ om. UF
<lb/>9 ψυχῆς σύντροφος transp. F ψυχὴ AP
<lb/>10 ἐνέχυρον APF 
<lb/>11 ταῦτα] πάντα GH κτήνη alterum om. G
<lb/>12 αἱ om. MAP αἴσθησις] αἰσθήσεις MGH
<lb/>13 λέγεις F
<lb/>14 χυμοὺς APUF καὶ ἁλμυροὺς U ἔστι δ’ ὅτε UF γλυκεῖς πικροὺς transp. APUF
<lb/>15 κατωρθωμένων U
<lb/>16 ἀπταίστως Η, ἀmαὶς (sic) G
<lb/>17 ἁπάσαις] ἀπταίστοις τὶ
<lb/>18 μεταβάλλῃς H μοίρα θῆς A
<lb/>21 post ἀπαιδαγώγητον add. ἑαυτὸν F
<lb/>22 ἐάσας ’ ἐάσῃς σεαυτόν om. F ἑαυτόν U δουλεύσῃς AP δεσποτείαις UF
<lb/>24 ἠνάπησα F καὶ om. UF
<lb/>25 post παιδία add. ἀποτρέχω M (cf. LXX) οὐκ ἄπειμι scripsi: οὐκέτ’ εἰμὶ MGH, οὐκ ἔτ’ εἰμὶ AP, οὐκ ἐξελεύσομαι UF ἀχθεὶς ἐλεύθερος transp. UF πρὸς] εἰς U</note>  

<pb n="v.1.p.188"/>
κριτήριον τοῦ θεοῦ καὶ δικαστοῦ τυχὼν αὐτοῦ βέβαιον σχήσει ὃ ᾐτήσατο, πρότερον τρυπηθεὶς τὸ οὖς ὀπητίῳ (Exod. 21, 5. 6), ἵνα μὴ
 δέξηται θείαν ἀκοὴν ὑπὲρ ἐλευθερίας ψυχῆς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="73"><p>ἐκκεκριμένου γάρ ἐστιν
ὥσπερ ἐξ ἀγῶνος ἱεροῦ καὶ ἀποδεδοκιμασμένου παιδὸς ὄντως νηπίου
κομιδῇ λογισμοῦ σεμνολογεῖν ἐπὶ τῷ τὸν νοῦν ἠγαπηκέναι καὶ <lb n="5"/>
τὸν νοῦν νομίζειν ἑαυτοῦ κύριον εἶναι καὶ εὐεργέτην καὶ ἐπὶ τῷ τὴν
αἴσθησιν σφόδρα στέργειν καὶ κτῆμα ἴδιον αὐτὴν καὶ ἀγαθῶν τὸ μέγιστον
ἡγεῖσθαι καὶ τὰ τούτων ἀμφοῖν παιδία, τοῦ μὲν τὸ νοεῖν, τὸ λογίζεσθαι,
τὸ διανοεῖσθαι, τὸ βουλεύεσθαι, τὸ στοχάζεσθαι, τῆς δὲ τὸ ὁρᾶν, τὸ
ἀκούειν, τὸ γεύεσθαι, τὸ ὀσφραίνεσθαι, τὸ ἅπτεσθαι, κοινῶς τὸ αἰσθάνεσθαι. <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="74"><p><milestone unit="altref" n="23"/> ἀνάγκη μέντοι τὸν τούτοις οἰκειούμενον μηδ’ ὄναρ ἐλευθερίας ἐπῃσθῆσθαι· φυγῇ γὰρ αὐτῶν καὶ ἀλλοτριώσει μεταποιούμεθα
ἀδείας. ἄλλος δέ τις πρὸς τῷ φιλαύτῳ καὶ τὸ μανιῶδες ἐπιδεικνύμενός
φησιν ὅτι, κἂν ἀφαιρῆταί μέ τις, ὡς περὶ οἰκείων ἀγωνισάμενος οἴσομαι
τὸ κράτος· „διώξας“ γάρ φησιν „καταλήψομαι, μεριῶ σκῦλα, <lb n="15"/>
ἐμπλήσω ψυχήν μου· ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου“
 (Exod. 15, 9).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="75"><p>πρὸς ὃν εἴποιμ’ ἄν· λέληθέ σε, ὦ μωρέ, ὅτι πᾶς ὁ
δοκῶν ἐν γενέσει διώκειν διώκεται· νόσοι γὰρ καὶ γῆρας καὶ θάνατος
μετὰ τῆς ἄλλης τῶν ἑκουσίων καὶ ἀκουσίων <add>κακῶν</add> πληθύος ἕκαστον ἡμῶν
ἐλαύνουσι καὶ στροβοῦσι καὶ διώκουσι, καὶ ὁ νομίζων καταλαμβάνειν <lb n="20"/>
ἢ κρατεῖν καταλαμβάνεται καὶ κρατεῖται, καί τις λαφυραγωγήσειν ἐλπίσας
καὶ μοίρας λείας διατιθεὶς ἡττηθεὶς ὑπὸ κεκρατηκόσιν ἐχθροῖς <milestone unit="altpage1" n="p. 153 M."/>  ἐγένετο,
κένωσιν ἀντὶ πλησμονῆς καὶ δουλείαν ἀντὶ δεσποτείας ψυχῇ δεξάμενος
τῇ ἑαυτοῦ καὶ ἀντὶ τοῦ ἀνελεῖν ἀναιρεθεὶς καὶ πάνθ’ ὅσα δράσειν
 ἐνενόησε παθὼν ἀνὰ κράτος.</p></div></div></body></text></TEI>