καὶ μὴν τοὺς ὀλίσθους ἀνάγκη τούτους περὶ ἕκαστον ἡμῶν ἀεὶ συμβαίνειν, κἂν τὰ μάλισθ’ ἡμεῖς ἠκριβωμένοις τοῖς ὀργάνοις χρώμενοι τυγχάνωμεν· τὰς γὰρ φυσικὰς κῆρας καὶ τὸν ἀκούσιον πλάνον εἰσάπαν ἐκδῦναι χαλεπόν, μᾶλλον δ’ ἀμήχανον, ἀπείρων ὅσων ψευδοῦς δόξης ποιητικῶν ἔν τε ἡμῖν καὶ περὶ ἡμᾶς καὶ ἐκτὸς ἡμῶν ἐν ἅπαντι τῷ θνητῷ γένει ὑπαρχόντων. οὐκ ἄρα ὑγιῶς κτήμαθ’ ἑαυτοῦ ὑπέλαβε τὰ πάντα, κἂν φρυαττόμενος ὑψαυχενῇ. Γέλωτά μοι πλατὺν καὶ Λάβαν ὁ τῶν ποιοτήτων ἠρτημένος δοκεῖ παρασχεῖν Ἰακὼβ τῷ πρὸ τούτων τὴν ἄποιον φύσιν ὁρῶντι, ἡνίκα ἐτόλμα πρὸς αὐτὸν λέγειν, ὅτι "αἱ θυγατέρες θυγατέρες μου καὶ οἱ υἱοὶ υἱοί μου καὶ τὰ κτήνη κτήνη μου καὶ πάντα ὅσα σὺ ὁρᾷς ἐμά ἐστι καὶ τῶν θυγατέρων μου“ (Gen. 31,43 )· ἐφ’ ἑκάστου γὰρ οὗτος τὸ „ἐμὸν“ προστιθεὶς περὶ αὑτοῦ λέγων ἅμα καὶ σεμνομυθῶν οὐ παύεται. τὰς θυγατέρας, εἰπέ μοι, — τέχναι δέ εἰσι καὶ ἐπιστῆμαι ψυχῆς — θυγατέρας σαυτοῦ λέγεις εἶναι; τίνα τρόπον; οὐ πρῶτον μὲν παρὰ τοῦ διδάξαντος αὐτὰς νοῦ παραλαβὼν ἔχεις; εἶτα καὶ πέφυκας ἀποβάλλειν, ὥσπερ ἄλλ’ ἄττα, 3 μηδέν om. UF 4 Μώσης MAPGH ὡς τρόπον AP ἐπεφήμισε om. AP 5 δ’ AP 6 πάντα om. F ταῦτα ὑπέλαβεν UF 7 αὐτὸν FGH1 μηδὲ U, μὴ AP ὅστις] ὅς F, τί AP 8 εἰ πεπίστευκε F: ἐπεπίστευκε U, ἐμπεπίστευκε ceteri ἐσθήσεσιν F ἱκανὸς AP, ἱκανῶς F 10 δυνήσηται AP 11 κἀν] καὶ εἰ U, καὶ F μάλιστα APU ἡμεῖς] ἡμῶν UF 12 τυγχάνομεν UF 13 ἐκδοῦναι A δὲ U 14 ὅσον AP 15 ἐν ἅπαντι] ἐναντίων UF 16 κτήματα U, κτῆμα Γ’ αὐτοῦ UF ὑπέλαβεν εἶναι F ὑψαυχενῇ] ἐξαυχῆ UF 17 ποιοτήτων GH : ποιητητῶν M, ποιητῶν APUF 18 δοκεῖ MAPGU: ἐδόκει UF παρασχεῖν APUF: παρέχειν MGH πρὸ τούτου APUF ἄποιον] ἄπειρον AP 19 θυγατέρες θυγατέρες U: alter utrum om. ceteri οἱ om L 20 υἱοὶ υἱοί U: alterutrum om. ceteri κτήνη κτήνη U: alterutrum om. ceteri πάντα UF: πάνθ’ ceteri 22 αὑτοῦ MPF λέγων] λογῶν (sic) M σεμνύνων UF οὐ παύεται] ἀναπαύεται F 24 σαυτοῦ] ἑαυτοῦ F οὐ om. UF 25 νοῦ παραλαβὼν] οὐ παρὰ σαυτοῦ λαβὼν UF ἔσχες U καὶ om. F ἄλλ’ ἄττα] ἀλλάτα MP, ἀλλάττων UF καὶ ταύτας ἢ διὰ μέγεθος ἑτέρων φροντίδων ἐκλαθόμενος ἢ διὰ χαλεπὰς καὶ ἀνηκέστους ἀρρωστίας σώματος ἢ διὰ τὴν ὡρισμένην τοῖς πρεσβύταις ἀθεράπευτον νόσον γῆρας ἢ δι’ ἄλλα μυρία, ὧν ἀριθμὸν ἄπορον εὑρεῖν. τί δέ; τοὺς υἱοὺς — υἱοὶ δέ εἰσιν οἱ κατὰ μέρος τῆς ψυχῆς λογισμοί — φάσκων εἶναι σαυτοῦ σωφρονεῖς ἢ μέμηνας τοιαῦτα δοξάζων; αἱ γὰρ μελαγχολίαι σου καὶ παράνοιαι καὶ φρενῶν ἐκστάσεις καὶ εἰκασίαι ἀβέβαιοι καὶ φαντασίαι πραγμάτων ψευδεῖς καὶ κενοί τινες ἐννοημάτων ὀνείροις ἐοικότες λογισμοὶ ἑλκυσμοὺς καὶ σπασμοὺς ἐνδιδόντες ἐξ ἑαυτῶν καὶ ἡ σύντροφος ψυχῆς νόσος λήθη καὶ ἄλλα τῶν εἰρημένων πλείω τὸ ἐχυρόν σου τῆς δεσποτείας ἀφαιρεῖται καὶ ἐπιδείκνυται ταῦτα ἑτέρου τινός, οὐχὶ σά, κτήματα. πῶς δὲ τὰ κτήνη — κτήνη δέ εἰσιν αἱ αἰσθήσεις, ἄλογον γὰρ καὶ κτηνῶδες αἴσθησις — σαυτοῦ λέγειν εἶναι τολμᾷς; παρορῶν, εἰπέ μοι, παρακούων ἀεί, τοὺς γλυκεῖς χυλοὺς ἁλμυροὺς ἔστιν ὅτε καὶ ἔμπαλιν τοὺς πικροὺς γλυκεῖς ἡγούμενος καὶ κατὰ πᾶσαν αἴσθησιν πλείω τῶν κατορθουμένων εἰωθὼς διαμαρτάνειν οὐκ ἐρυθριᾷς, ἀλλ’ ὥσπερ ἀπταίστοις κεχρημένος ταῖς περὶ ψυχὴν ἁπάσαις δυνάμεσί τε καὶ ἐνεργείαις γαυριᾷς καὶ πεφύσησαι;