ἡ δὲ εὐθὺς γενομένη δι’ ἑκάστου τῶν μερῶν αὑτῆς ὥσπερ διά τινων ὀπῶν ἀθρόον φῶς εἰς τὸν νοῦν ἐπεισέχεε καὶ τὴν ἀχλὺν ἀποσκεδάσασα τηλαυγῶς καὶ σφόδρα ἐκδήλως τὰς φύσεις τῶν σωμάτων ἰδεῖν καθάπερ δεσπότην παρεσκεύασεν. ὁ δ’ ὥσπερ ἐκ νυκτὸς ἡλιακῷ φέγγει καταυγασθεὶς ἀπαστράπτοντι ἢ ἐκ βαθέος ὕπνου περιαναστὰς ἢ οἷα τυφλὸς ἐξαίφνης ἀναβλέψας ἐνετύγχανε πᾶσιν ἀθρόως ὧν γένεσίς ἐστιν, οὐρανῷ, γῇ, ὕδατι, ἀέρι, φυτοῖς, ζῴοις, σχέσεσιν αὐτῶν, ποιότησι, δυνάμεσιν, ἕξεσι, διαθέσεσι, κινήσεσιν, ἐνεργείαις, πράξεσι, μεταβολαῖς, φθοραῖς, καὶ τὰ μὲν ἑώρα, τῶν δὲ ἤκουε, τῶν δὲ ἐγεύετο, τῶν δὲ ὠσφραίνετο, τῶν δὲ ἥπτετο· καὶ πρὸς ἃ μὲν ἐπικλινῶς εἶχεν, ἡδονὰς ἐργαζόμενα, τῶν δὲ ἀπεστρέφετο, ἐμποιούντων ἀλγηδόνας. περιβλεψάμενος οὖν ὧδε κἀκεῖσε καὶ περιαθρήσας ἑαυτόν τε καὶ τὰς δυνάμεις ἐτόλμησε ταὐτὸν αὔχημα αὐχῆσαι τῷ βασιλεῖ Μακεδόνων Ἀλεξάνδρῳ· καὶ γὰρ ἐκεῖνόν φασιν, ἡνίκα Εὐρώπης καὶ Ἀσίας ἔδοξεν ἀνάψασθαι τὸ κράτος, ἐν ἐπικαίρῳ χώρῳ στάντα καὶ πάντα περιαθρήσαντα εἰπεῖν, ὅτι „καὶ τὰ τῇδε καὶ τὰ τῇδε ἐμά“, μειρακιώδους καὶ νηπίας καὶ ἰδιωτικῆς τῷ ὄντι ψυχῆς, οὐ βασιλικῆς, ἐπιδειξάμενον κουφότητα. πρότερος δ’ ὁ νοῦς τὴν 1 εὐπχές] ἔτυχες F οὐκ seclusi (om. v) οὐκ ἄνευ MAPGH: κἄν μετὰ UF; ἐὰν μὴ βάκτρων . . . τυγχάνῃ coni. Wendl. 2 ἐτύγχανεν scripsi: τυγχάνει MH, τυγχάνῃ UFG, τυγχάνοι AP σκηρύπτεσθαι, σκιρρίπτεσθαι F παρ᾿] δι’ UF 3 κατά πάντων U, πάπων om. HF κατακέχυτο F σωμάτων] ὀμμάτων UFL 2 4 ᾧ] τῶ F 5 στερεὰν AP 7 τὸ προειργασμένον AP 8 ὀνοματικῶς APH 9 αὐτῆς codd. 10 ἀθρόον U: ἀθροῦν F, ἄθρουν ceteri εἰς τὸν νοῦν ἐπεισέχεε Μ: ἐπεισ εἰς τὸν νοῦν ἔπεισεν ἐλθεῖν APG, ἐτεισέχεεν καὶ εἰς τ. ν. ἔ. ἐ. Η, εἰς τὸν νοῦν ἐπεισενεχθὲν UF ἀποσκεδάσασα] ἀποστεγάσαν UF· 11 ἐκδήλως ὡς F 12 δεσπότη GH κατεσκεύασεν U 13 ἀστράπτοντι UF ἢ prius om. U 14 ἀθρόοις UF 16 ἕξεσι διαθέσεσι κινήσεσιν om. GH 17 τῶν δὲ ὠσφραίνετο om. GH 18 ἐπικίνως F ἔσχεν UF ἐργαζομένων APUF 19 ἀπετρΰφετο U 20 αὐτόν UF τὸ αὐτὸ UF 23 χώρω MAPGH: χωρίω UFL 2 περιαθροίπρότερον σαντα U καὶ post ὅτι om. UF 24 τῇδ’ ἐμά U 25 ἐπιδεξάμενον AP F ὁ μὲν νοῦς F αἰσθητικὴν δύναμιν ἐξαψάμενος καὶ δι’ αὐτῆς πᾶσαν ἰδέαν θηρεύσας σώματος, ὑποπλησθεὶς ἀλόγου φρονήματος, ἐφυσήθη, ὡς τὰ πάντα ἑαυτοῦ νομίσαι κτήματα καὶ μηδενὸς ἄλλου τὸ παράπαν μηδέν. οὗτός ἐστιν ὃν χαρακτηρίσας Μωυσῆς τρόπον ἐν ἡμῖν ἐπεφήμισε Κάιν, ἑρμηνευόμενον κτῆσιν, εὐηθείας μᾶλλον δὲ ἀσεβείας μεστὸν ὄντα· ἀντὶ γὰρ τοῦ νομίσαι θεοῦ πάντα κτήματα, ὑπέλαβεν ἑαυτοῦ, μηδ’ αὑτὸν ἔχειν βεβαίως δυνάμενος, ἀλλὰ μηδ’ ὅστις ἐστὶ τὴν οὐσίαν εἰδώς. ἀλλ’ ὅμως εἰ πεπίστευκε ταῖς αἰσθήσεσιν ὡς ἱκαναῖς θηρεῦσαι τὸ ἐκτὸς αἰσθητόν, εἰπάτω, πῶς παρορᾶν ἢ παρακούειν ἢ κατά τινα ἄλλην αἴσθησιν μὴ ἁμαρτάνειν ἔτι δυνήσεται.