κἂν τὸν αὐστηρὸν καὶ σκυθρωπὸν τῶν φιλαρέτων ἀποδρᾶναι βίον σπουδάσῃ, πάλιν ὑποστρέψει πρὸς τὸν αὐτὸν μήπω τὰς γενικὰς καὶ ἀφθάρτους ἀκρότητας ἔχειν δυνάμενον, ἀλλ’ ἔτι τῶν ἐν μέρει καὶ κατ’ εἶδος ἐφαπτόμενον, ἐν οἷς πρὸ τῶν ἄκρων τὰ μέσα αἱρετά· ὅταν δὲ ἤδη ὁ μὲν Ἀβρὰμ ἀντὶ φυσιολόγου γένηται σοφὸς καὶ φιλόθεος μετονομασθεὶς Ἀβραάμ, ὃς ἑρμηνεύεται πατὴρ ἐκλεκτὸς ἠχοῦς — ἠχεῖ μὲν γὰρ ὁ γεγωνὸς λόγος, πατὴρ δὲ τούτου ὁ νοῦς ἐπειλημμένος τοῦ σπουδαίου —, Σάρα δὲ ἀντὶ τῆς ἀρχῆς μου γένηται Σάρρα, ἧς ἐστιν ἡ κλῆσις ἄρχουσα, ὅπερ ἦν ἴσον τῷ ἀντὶ εἰδικῆς καὶ φθαρτῆς ἀρετῆς γενικὴν καὶ ἄφθαρτον γενέσθαι, ἐπιλάμψῃ δὲ καὶ τὸ εὐδαιμονίας γένος, ὁ Ἰσαάκ, ἐκλιπόντων τὰ 2 ἀνεπάνακτος Wendl.: ἀνέπακτος codd. 3 δ’ AP 5 ἀλλ’ ἔτι ἦν om. AP 6 Ἁβραὰμ PHU 8 ἣ UF 8. 9 μαθηματικῆς UF 9 Σάρα MG: Σάρρα ceteri 10 μεταβάλλουσα U, μταλαβοῦσα F ἀρετὴν U γὰρ scripsi: δὲ codd. 11 δ’ ἐν AP ἐξηνιτάζετο U ἡ δὲ αὐτὴ MGUF, ἡ δ’ αὐτὴ AP: αἱ δὴ αὗται H 12 τ’ ἦν scripsi: τῆ MG, τὴν AP, θ’ ἡ Η, ἡ UF σωφροσύνην καὶ ἀνδρίαν καὶ δικαιοσύνην AP 13 δὲ αὗται] αὐταί γε UF 13. 14 ἐγὼ φθαρτός] ἐστὶ φθαρτόν UF 14 Ἅγαρ] καὶ γὰρ F τὸν] τὸ MAP 15 βίον add. H: om. ceteri ὑποστρέψαι MAPG, ὑποστρέψῃ F 16 τὸν om. UF 17 δυναμένου UF ἔτι] ἐπὶ UF, ἔτι ἐπὶ MH ἐφαπτομένου UF 18 ἀντὶ φυσιολόγου ὁ μὲν Ἀβρὰμ transp. M Ἀβραὰμ U ἀντὶ φυσιολογικοῦ H, ἀντὶ φυσιολόγου om. AP 19 μετονομασθεὶς δὲ UF 20 ἠχοῦς] ἤχου Γ’, ἤχους ceteri γεγονὼς codd., corr. Turn. 21 Σάρα MG: Σάρρα ceteri δὲ] ἡ δὲ U 22 ἧς] ἡ MP, ἣ Α ἦν MAPG: ἐστὶν UFL-, om. ’ 23 τῳ] τὸ AP ἀντ’ AP, ἀντὶ τῆς F ἰδικῆς codd. γενικῆς AP 24 ἐπιλάμψει MHUF ἐκλιπὸν coni. Markland; fort. ἐκλιπόντων αὐτῶν γυναικεῖα καὶ ἀποθανόντων τὰ πάθη χαρᾶς καὶ εὐφροσύνης, καὶ παιδιάς, οὐ τὰς παίδων, ἀλλὰ τὰς θείας οὐκ ἄνευ σπουδῆς μεταδιώκων, ἐκβληθήσεται μὲν τὰ ἐπώνυμα τῆς Ἄγαρ προπαιδεύματα, ἐκβληθήσεται δὲ καὶ ὁ σοφιστὴς αὐτῶν υἱὸς ἐπίκλησιν Ἰσμαήλ. ἐνδύσονται δὲ τὴν φυγὴν ἀίδιον, βεβαιοῦντος τοῦ θεοῦ τὴν ἔλασιν αὐτοῖς, ὅταν κελεύῃ τῷ σοφῷ ὑπακούειν τῶν λεγομένων ὑπὸ Σάρρας· λέγει δὲ ἄντικρυς „ἐκβαλεῖν τὴν παιδίσκην καὶ τὸν υἱόν“ (Gen. 21, 10). ἀρετῇ δὲ πείθεσθαι καλὸν καὶ μάλιστα τοιοῦτον εἰσηγουμένῃ δόγμα, ὅτι αἱ τελειόταται φύσεις τῶν μέσων ἕξεων πάμπολυ διεστᾶσι καὶ ὅτι σοφία σοφιστείας ἀλλότριον· ἡ μὲν γὰρ τὰ πιθανὰ ἐπὶ κατασκευῇ ψευδοῦς δόξης, ἥτις λυμαίνεται ψυχήν, ἐκπεπόνηκε, σοφία δὲ διὰ μελέτης τῶν ἀληθῶν τὸ μέγα διανοίας ὄφελος, ἐπιστήμην ὀρθοῦ λόγου, πεπόρισται. τί οὖν θαυμάζομεν, εἰ καὶ Ἀδὰμ τὸν νοῦν ἀφροσύνην ἀνίατον νόσον κτησάμενον ἐκβέβληκεν εἰσάπαν ὁ θεὸς ἐκ τοῦ τῶν ἀρετῶν χωρίου μὴ ἐπιτρέψας ἔτι κατελθεῖν αὐτῷ; ὁπότε καὶ κατὰ πάντα σοφιστὴν καὶ μητέρα αὐτοῦ, τὴν τῶν προπαιδευμάτων διδασκαλίαν, ἐλαύνει καὶ φυγαδεύει ἀπὸ σοφίας καὶ σοφοῦ, ὧν ὀνόματα Ἀβραάμ τε καὶ Σάρραν καλεῖ.