τάξιν. ἀλλ’ ἐνδέχεται τάχα που καὶ παρθένον ψυχὴν πάθεσιν ἀκολάστοις μιανθεῖσαν αἰσχυνθῆναι· διόπερ ὁ χρησμὸς πεφύλακται θεὸν ἄνδρα εἰπὼν οὐ παρθένου — τρεπτὴ γὰρ ἥδε καὶ θνητή — ἀλλὰ „παρθενίας“ (Ier. 3, 4), τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἰδέας· γένεσιν γὰρ καὶ φθορὰν ἐνδεχομένων φύσει τῶν ποιῶν, ἄφθαρτον αἱ τυποῦσαι δυνάμεις τῶν ἐν μέρει κλῆρον εἰλήχασι. τὸν οὖν ἀγένητον 1 μή τινα] μήποτ’ UF εἰδὼς] εἰδῶν GmgHL1, ἰδόντες UFL2 2 ἐπικρύψετε U, ἐπικρύψητε FL2 μέχρι APG1 σαφῶς αὐτὴν UF 3 Μωϋσῆ UF, Μασεῖ ceteri μυηθεὶς] μνησθεὶς G1 5 ἱεροφαντεῖν UF ἱκανῶς H ὅδ’ F, ὁ δ’ om. AP 6 ἐνθουσιῶν UFGcorr. : ἐνθουσιῶντα ceteri 8 ἐμφαστικώτατα M 9 παριστῶν UF 10 γεγενηκὼς HU 12 παρθένιον F 13. 14 ἀνθρώπω AP 14 γενέσει codd.: γεννήσει Mang. τέκνων] παίδων UF σύνοδος] ὁμιλία UF 15 δ’ AP θεὸς ψυχὴ U, ὁ θεὸς ψυχὴ F αὐτὴν οὖσαν UF: αὐτὴν om. ceteri 16 ἀγενεῖς AP 17 θηλύνεται UF 18 ἐκλιπεῖν] ἐκπεσεῖν UF ἐκείνην om. UF 20 τάξιν] τρόπον UF παρθέεῖν τῆς ἐχούσης νοῦ F 22 εἰπὼν G οὐ G ἥδε] ἤδη F 23 ἐχούσης MGH: μενούσης P, μενούσης AUF 24 ποιῶν] ποιοτήτων AP, θνητῶν UFL2 25 αἱ τυποῦσαι] ἐτύπωσε καὶ τύπους αἱ UFL2 τῶν] τὸν AP, τὰ coni. Markland et Wendl. κλῆρον AP: κλήρων ceteri εἰλήχασι M: εἰλήφασι ceteri οὖν] γοῦν U, γ’ οὖν F, νοῦν P ἀγένητον M: ἀγέννητον ceteri καὶ ἄτρεπτον θεὸν ἀθανάτων καὶ παρθένων ἀρετῶν σπείρειν ἰδέας μηδέποτε εἰς γυναικὸς μεταβαλλούσῃ σχῆμα παρθενίᾳ πρεπῶδες. τί οὖν, ὦ ψυχή, δέον ἐν οἴκῳ θεοῦ παρθενεύεσθαι καὶ ἐπιστήμης περιέχεσθαι, τούτων μὲν ἀποστατεῖς, αἴσθησιν δὲ ἀσπάζῃ τὴν ἐκθηλύνουσάν σε καὶ μιαίνουσαν; τοιγάρτοι γέννημα πάμφυρτον καὶ πανώλεθρον ἀποτέξῃ τὸν ἀδελφοκτόνον καὶ ἐπάρατον Κάιν, κτῆσιν οὐ κτητήν· λέγεται γὰρ ὁ Κάιν κτῆσις. Θαυμάσειε δ’ ἄν τις τὸν τῆς ἑρμηνείας τρόπον, ᾧ πολλάκις ἐπὶ πολλῶν ὁ νομοθέτης χρῆται τὸ σύνηθες ἐξαλλάττων. μετὰ γὰρ τοὺς φύντας ἐκ γῆς ἀρχόμενος δηλοῦν τὸν γεννηθέντα πρῶτον ἐξ ἀνθρώπων, περὶ οὗ τὸ παράπαν οὐδὲν εἴρηκεν, ὡς ἤδη πολλάκις τοὔνομα αὐτοῦ προειπὼν ἀλλὰ μὴ νῦν αὐτὸ κατατάττων εἰς τὴν ἐν λόγῳ χρῆσιν, φησὶν ὅτι ἔτεκε τὸν Κάιν. ποῖον, ὦ τεχνῖτα; περὶ οὗ τί μικρὸν ἢ μέγα πάλαι δεδήλωκας; καὶ μὴν οὐκ ἀγνοεῖς τὴν οἰκείαν θέσιν τῶν ὀνομάτων· ἤδη γοῦν προελθὼν ἐπὶ τοῦ αὐτοῦ δηλώσεις προσώπου φάσκων, ὅτι „ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ“ (Gen. 4, 25). οὐκοῦν πολὺ μᾶλλον ἐχρῆν ἐπὶ τοῦ πρωτοτόκου, ὃς ἦν ἀρχὴ τῆς ἐξ ἀλλήλων γενέσεως ἀνθρώποις, τήν τε φύσιν τοῦ ἀποκυηθέντος δηλῶσαι πρῶτον ὅτι ἄρρεν, εἶτα τὸ οἰκεῖον ὄνομα θέσθαι, Κάιν εἰ τύχοι. ἐπειδὴ τοίνυν οὐκ ἀπειρίᾳ τρόπων, καθ’ οὓς ὀνόματα δεῖ τίθεσθαι, φαίνεται τὴν συνήθη χρῆσιν ἐπὶ τῶν περὶ Κάιν ἀνελών, σκεπτέον ἂν εἴη, τίνος αἰτίας ἕνεκα οὕτως ἐκάλεσε τοὺς ἐκ τῶν πρώτων παραδιηγήσεως μᾶλλον ἢ θέσεως ὀνομάτων τύπῳ χρησάμενος. ἔστι δ’, ὡς ἔμοιγε στοχαζομένῳ καταφαίνεται, ἡ αἰτία ἥδε.