γνωριμώτερον δ’ ἐπὶ τῆς Λείας ἐκδιδάσκει λέγων, ὅτι τὴν μὲν μήτραν ἀνέῳξεν αὐτῆς ὁ θεός (Gen. 29, 31) — ἀνοιγνύναι δὲ μήτραν ἀνδρὸς ἴδιον —, ἡ δὲ συλλαβοῦσα ἔτεκεν οὐ θεῷ — ἱκανὸς γὰρ μόνος καὶ αὐταρκέστατος ἑαυτῷ —, ἀλλὰ τῷ κάματον ἀναδεχομένῳ ὑπὲρ τοῦ καλοῦ Ἰακώβ, ὥστε τὴν ἀρετὴν δέχεσθαι μὲν παρὰ τοῦ αἰτίου τὰ θεῖα σπέρματα, τίκτειν δέ τινι τῶν ἑαυτῆς ἐραστῶν, ὃς ἂν τῶν μνηστήρων ἁπάντων προκριθῇ. πάλιν Ἰσαὰκ τοῦ πανσόφου τὸν θεὸν ἱκετεύσαντος, ἐκ τοῦ ἱκετευθέντος ἔγκυος ἡ ἐπιμονὴ Ῥεβέκκα γίνεται (Gen. 25, 21). χωρὶς δὲ ἱκετείας καὶ δεήσεως τὴν πτηνὴν καὶ μετάρσιον ἀρετὴν Σεπφώραν Μωυσῆς λαβὼν εὑρίσκει κύουσαν ἐξ οὐδενὸς θνητοῦ τὸ παράπαν (Exod. 2, 22). ταῦτα, ὦ μύσται κεκαθαρμένοι τὰ ὦτα, ὡς ἱερὰ ὄντως μυστήρια ψυχαῖς ταῖς ἑαυτῶν παραδέχεσθε καὶ μηδενὶ τῶν ἀμυήτων ἐκλαλήσητε, ταμιευσάμενοι δὲ παρ’ ἑαυτοῖς φυλάττετε θησαυρόν, οὐκ ἐν ᾧ χρυσὸς καὶ ἄργυρος, οὐσίαι φθαρταί, κατάκεινται, ἀλλὰ τῶν ὄντων κτημάτων τὸ καλλιστεῦον, ἡ περὶ τοῦ αἰτίου καὶ ἀρετῆς καὶ τρίτου τοῦ γεννήματος ἀμφοῖν ἐπιστήμη. ἐὰν δέ τινι τῶν τετελεσμένων 1 αὐτοῖς APH 2 ὄντων] ὅλων H ἀγέννητος codd. σπείρει — δωρεῖται (3) om. F 3 γὰρ] μὲν γὰρ DF ὁ θεὸς om. F 4 αὐτῶ PG, ἑαυτῶ F οὐθενός MAPG 5 λεγομένων] δεομένων UF ἀξιόχρεων om. UF 6 τότε κύουσαν τεκοῦσαν UF ὅτι U ὁ et αὐτὴν om. F 7 τίκτουσαν UF: τίκτουσα ceteri δὲ F 8 τυχεῖν] λαχεῖν F Ἄβραμ MH 9 δὲ UF ἀναδιδάσκει UF 10 αὐτῆς ἀνέῳξεν transp. UF ἀνοιγῆναι AP, ἀνοῖξαι UF 14 αὐτῆς Η 15 τὸν θεὸν UF: τὸν om. ceteri 16 ἔγγυος PG, ἔγκυμος F, ἐγκύμων U ἡ ‘Pεβέκκα G γίγνεται U 17 δ’ AP ἱκεσίας F, ἱκετηρίας L τὴν om. F Σεμπφώραν U 18 Μώσης MAPGH θνητοῦ τὸ παράπαν UF: τὸ παράπαν om. ceteri 19 μύσται] μύσι καὶ ἱεροφάνται UF ὡς om. UF 20 παραδέχεσθαι H 21 ἐκλαλήσατε Mang. φυλάπεται U 22 φθαρτακεῖνται (sic) F ὄντων] ὄντως coni. Markland, πάντων Mang. 23 καλλιστεῦον] καλλιστεῦον κτῆμα U, κάλλιστον κτῆμα F ἡ] ἢ F περὶ om. UF καὶ ante ἀρετῆς om. F τρίτον APF 24 ἀμφοῖν] ἀπ’ ἀμφοῖν UF ἐπιστήμης codd., corr. Turn. τινι] τινες APH ἐντυγχάνητε, λιπαρῶς ἐγκείμενοι περιέχεσθε, μή τινα ἄρα καινοτέραν εἰδὼς τελετὴν ἐπικρύπτηται, μέχρις ἂν αὐτὴν σαφῶς ἀναδιδαχθῆτε. καὶ γὰρ ἐγὼ παρὰ Μωυσεῖ τῷ θεοφιλεῖ μυηθεὶς τὰ μεγάλα μυστήρια ὅμως αὖθις Ἱερεμίαν τὸν προφήτην ἰδὼν καὶ γνούς, ὅτι οὐ μόνον μύστης ἐστὶν ἀλλὰ καὶ ἱεροφάντης ἱκανός, οὐκ ὤκνησα φοιτῆσαι πρὸς αὐτόν· ὁ δ’ ἅτε τὰ πολλὰ ἐνθουσιῶν χρησμόν τινα ἐξεῖπεν ἐκ προσώπου τοῦ θεοῦ λέγοντα πρὸς τὴν εἰρηνικωτάτην ἀρετὴν ταῦτα· „οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἄνδρα τῆς παρθενίας σου“ (Ier. 3, 4) ; ἐμφαντικώτατα παριστὰς ὅτι ὁ θεὸς καὶ οἶκός ἐστιν, ἀσωμάτων ἰδεῶν ἀσώματος χώρα, καὶ τῶν συμπάντων πατήρ, ἅτε γεγεννηκὼς αὐτά, καὶ σοφίας ἀνὴρ σπέρμα τῷ θνητῷ γένει καταβαλλόμενος εὐδαιμονίας εἰς ἀγαθὴν καὶ παρθένον γῆν. ἀμιάντῳ γὰρ καὶ ἀψαύστῳ καὶ καθαρᾷ φύσει, τῇ πρὸς ἀλήθειαν παρθένῳ, διαλέγεσθαι πρεπῶδες θεόν, ἐναντίως ἡμῖν· ἀνθρώπων μὲν γὰρ ἡ ἐπὶ γενέσει τέκνων σύνοδος τὰς παρθένους γυναῖκας ἀποφαίνει· ὅταν δὲ ὁμιλεῖν ἄρξηται ψυχῇ θεός, πρότερον αὐτὴν οὖσαν γυναῖκα παρθένον αὖθις ἀποδείκνυσιν, ἐπειδὴ τὰς ἀγεννεῖς καὶ ἀνάνδρους ἐπιθυμίας, αἷς ἐθηλύνετο, ἐκποδὼν ἀνελὼν τὰς αὐθιγενεῖς καὶ ἀκηράτους ἀρετὰς ἀντεισάγει· Σάρρᾳ γοῦν οὐ διαλέξεται, πρὶν ἐκλιπεῖν ἐκείνην τὰ γυναικεῖα πάντα (Gen. 18, 11) καὶ ἀναδραμεῖν εἰς ἁγνευούσης παρθένου