ἐπειδὴ γάρ φαμεν εἶναι γυναῖκα τροπικῶς αἴσθησιν, ἀλλοτριώσει δ’ αἰσθήσεως καὶ σώματος ἐπιστήμη συνίσταται, τοὺς σοφίας ἐραστὰς αἴσθησιν ἀποδοκιμάζοντας μᾶλλον ἢ αἱρουμένους ἐπιδείξεται· καὶ μήποτ’ εἰκότως· αἱ γὰρ τούτοις συνοικοῦσαι λόγῳ μέν εἰσι γυναῖκες, ἔργῳ δὲ ἀρεταί, Σάρρα μὲν ἄρχουσα καὶ ἡγεμονίς, Ῥεβέκκα δὲ ἐπιμονὴ τῶν καλῶν, Λεία δὲ ἀνανενευμένη καὶ κοπιῶσα ἐπὶ τῇ συνεχείᾳ τῆς ἀσκήσεως, ἣν ἐκνένευκε καὶ ἀποστρέφεται πᾶς ἄφρων ἀρνούμενος, Σεπφώρα δὲ ἡ Μωυσέως ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατρέχουσα καὶ τὰς ἐκεῖ θείας καὶ εὐδαίμονας φύσεις κατανοοῦσα, καλεῖται δὲ ὀρνίθιον. ἵνα δὲ τὴν ἀρετῶν κύησιν καὶ ὠδῖνα εἴπωμεν, ἀκοὰς ἐπιφραξάτωσαν οἱ δεισιδαίμονες τὰς ἑαυτῶν ἢ μεταστήτωσαν· τελετὰς γὰρ ἀναδιδάσκομεν θείας τοὺς τελετῶν ἀξίους τῶν ἱερωτάτων μύστας, οὗτοι δ’ εἰσὶν οἱ τὴν ἀληθῆ καὶ οὖσαν ὄντως ἀκαλλώπιστον εὐσέβειαν μετὰ ἀτυφίας ἀσκοῦντες· ἐκείνοις δὲ οὐχ ἱεροφαντήσομεν κατεσχημένοις ἀνιάτῳ κακῷ, τύφῳ ῥημάτων καὶ ὀνομάτων γλισχρότητι καὶ τερθρείαις ἐθῶν, ἄλλῳ δὲ οὐδενὶ τὸ εὐαγὲς καὶ ὅσιον παραμετροῦσιν. ἀρκτέον οὖν τῆς τελετῆς ὧδε. ἀνὴρ μὲν γυναικί, ἄνθρωπος δ’ ἄρρην ἀνθρώπῳ θηλείᾳ τὰς ἐπὶ γενέσει παίδων ὁμιλίας ἐπακολουθῶν τῇ φύσει συνέρχεται ποιησόμενος· ἀρεταῖς δὲ πολλὰ καὶ τέλεια τικτούσαις θέμις οὐκ ἔστιν ἀνδρὸς ἐπιλαχεῖν θνητοῦ· μὴ δεξάμεναι δὲ παρά τινος ἑτέρου γονήν, ἐξ ἑαυτῶν μόνον οὐδέποτε 1. 2 προσέθετο UF 2 τὸν Ἅβελ τὸν ἀδελφὸν αὐτοῦ transp. H ἀρετὴν μὲν AP o ὁ νομοθέτης μεμαρτύρηκε transp. UF γνωρίζον τὰς U, γνωρίσοντας F, γνωρίζων τὰς MAPH 4 Μωσῆν MAPGH 6 δὲ HU ἐπιστήμων F 7 αἴσθησιν corr. Turn. : ἔστησεν codd. ἐπιδείξεται G, ἐπιδέξεται AP 8 αἱ] ὅτι αἱ APGH 9 ἔργω δ’ AP 10 δέ] δὲ καὶ F ἀνανενευμένη F: ἀναωενεσμένη M, ἀνανευομένη U, ἀνενηνεγμένη ceteri 12 Μωσέως AP, Μωυσέος GF 13 καλεῖτε F ὄρνεον UF 14 ὠδῖνας F 14. 15 οἱ δεισιδαίμονες UF: οἱ om. ceteri 15 ἡ G, ἡ ona. II μεταστησάτωσαν F 16 τῶν om. UF δὲ F 18 δ’ AP κατϊσχημένοις MAPF 10 τερθρίαις Α, τερθρίας UF ἐθνῶν L δ’ AP 20 παραμετροῦσιν ἢ ταύτῃ FL2 τελευτῆς U 21 μὲν] τις U ἄνθρωπος — θηλείᾳ] καλὸν κτῆμα διὰ UFL2 τἀς] εἰς τἀς MAPGH 22 ποιησόμενον H 215 τέλει καὶ πολλὰ UF 24 μὴ δεξαμέναις Η, μὴ δεξαμένοις G, μηδ’ ἐξεῖναι M δὲ] 64 εἶναι AP γονὴν scripsi: ἐπιγονήν codd. ante ἐξ add. μὴ δεξάμεναι δέ M μόνον] μέν μόνων H κυήσουσι. τίς οὖν ὁ σπείρων ἐν αὐταῖς τὰ καλὰ πλὴν ὁ τῶν ὄντων πατήρ, ὁ ἀγένητος θεὸς καὶ τὰ σύμπαντα γεννῶν; σπείρει μὲν οὖν οὗτος, τὸ δὲ γέννημα τὸ ἴδιον, ὃ ἔσπειρε, δωρεῖται· γεννᾷ γὰρ ὁ θεὸς οὐδὲν αὑτῷ, χρεῖος ἅτε ὢν οὐδενός, πάντα δὲ τῷ λαβεῖν δεομένῳ. παρέξω δὲ τῶν λεγομένων ἐγγυητὴν ἀξιόχρεων τὸν ἱερώτατον Μωυσῆν· τὴν γὰρ Σάρραν εἰσάγει τότε κύουσαν, ὅτε ὁ θεὸς αὐτὴν μονωθεῖσαν ἐπισκοπεῖ (Gen. 21, 1), τίκτουσαν δ’ οὐκέτι τῷ τὴν ἐπίσκεψιν πεποιημένῳ, ἀλλὰ τῷ σοφίας τυχεῖν γλιχομένῳ, οὗτος δὲ Ἀβραὰμ ὀνομάζεται.