<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="36"><p>οὐχ ὁρᾷς; τί οὖν νῦν ἡμᾶς αἰτιᾷ πρότερον, ὅτε εὐώδει σοι τὰ
πράγματα, οὐχὶ μεμψάμενος; μένομεν γὰρ αἱ αὐταὶ μηδὲ τῆς ἑαυτῶν
<note xml:lang="mul" type="footnote"><lb/>3 τεχνητὴ AP
<lb/>4 μεμηνότι ξίφος AP, γε μὴν ὅτι ξίφος UF, ξίφος δύναμιν μεμηνότα M δύναμις UF
<lb/>5 λόγου F ἅπασι om. HL1 ἐργάσηται HUF
<lb/>7 ματαιάζων] καταίζων U τινὰ AP ἄλλων G 7.
<lb/>8 τὸν ποριστικὸν F
<lb/>8 αἴσι’ ἀπαντᾶ H coir. : αἴσια ἅπαντα MG, αἴσια πάντα ceteri τὰ om. UF
<lb/>9 ἐπωχεῖται Η ἐνειλημμένος Ε; coni. Mang. ἀπρὴξ F 
<lb/>11 ταῖς ἐπιθυμίαις codd. : τῆς ἐπιθυμίας Mang. (in toxtu) περιθεῖναι] ἐπιθεῖναι δυναμνένοις UF
<lb/>12 ὀνειδίζειν F φάσκων] πάσχων UF
<lb/>13 δ’ AP ὡς ἀγαθοὺς UF: ὡς oin. ceteri 13.
<lb/>14 ἐπιδέχεται Α
<lb/>16 ἐξαργυρισμὸν UF 
<lb/>18 ἐνεργεστέραν MUF
<lb/>19 ὑψαυχένων UF
<lb/>20 ἐπιβεβήκεις UF ἄλλως] ἀλλ’ ὡς UF, Ε; ἄλλως coni. Markland εἰργασάμεθα UF: εἰργάσμεθα ceteri εἰργάσμεθά σοι ἄλλως tiansp. AP
<lb/>21 ἴδε τὸν] εἰ δέ τὸ F ἐξεναντίας ἑστῶτα UF τοῦ θεοῦ U 21.
<lb/>22 ἐνωπλισμένον ἄγγελον UF: ἄγγελον om. ceteri
<lb/>23 οὐχ ὁρᾷς om. UF αἰτιᾷ ἡμᾶς transp. GH
<lb/>24 οὐχὶ] οὐκ ἧς UF μένομεν UF: ὁ μὲν ’H’, ἐσμὲν G2H2 αἱ αὐταὶ UFH2: ἑαυτὰ MPGH1, ἑαυτῶ Α μηδὲ scripsi: μηδὲν codd.</note>  

<pb n="v.1.p.179"/>
φύσεως μεταβάλλουσαι τὸ παράπαν στιγμήν· σὺ δὲ κριτηρίοις χρώμενος
οὐχ ὑγιέσιν ἀλόγως σφαδᾴζεις· εἰ γὰρ ἐξ ἀρχῆς ἔμαθες, ὅτι οὐχ ἅττ’ ἂν
ἐπιτηδεύῃς ἀγαθῶν μετουσίας ἢ κακῶν ἐστιν αἴτια, ἀλλ’ ὁ δίοπος
καὶ κυβερνήτης τοῦ παντὸς λόγος θεῖος, ῥᾷον ἂν ἔφερες τὰ συμπίπτοντα
<lb n="5"/> παυσάμενος τοῦ συκοφαντεῖν καὶ ἐπιγράφειν ἡμῖν ἃ μὴ δυνάμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="37"><p>ἐὰν οὖν πάλιν καθελὼν ἐκεῖνος τὸν πόλεμον καὶ τὰς ἐπ’ αὐτῷ συννοίας καὶ
κατηφείας σκεδάσας εἰρήνην ἐπικηρυκεύσηται βίου, φαιδρὸς καὶ γεγηθὼς
τὴν δεξιὰν ἐμβαλεῖς ἡμῖν ταῖς ἐν ὁμοίῳ μενούσαις· ἡμεῖς δ’ οὔτ’ εὐμενείᾳ τῇ σῇ φυσώμεθα οὔτ’ ἐὰν δυσμεναίνῃς ἐπιστρεφόμεθα, ἴσμεν γὰρ
<lb n="10"/> ἑαυτὰς μήτ’ ἀγαθῶν μήτε κακῶν αἰτίας οὔσας, κἂν σὺ περὶ ἡμῶν τοιαῦτα
δοξάζῃς, εἰ μὴ καὶ τὴν θάλατταν εὐπλοίας ἢ τῶν συμβαινόντων
ναυαγίων ἀλλ’ οὐχὶ τὰς τῶν πνευμάτων διαφορὰς τοτὲ μὲν ἐπιεικῶς τοτὲ
δὲ μετὰ βιαιοτάτου συρμοῦ καταπνεόντων αἰτιατέον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="38"><p>φύσει γὰρ παντὸς  ὕδατος  <milestone unit="altpage2" n="p. 146 M."/> ἠρεμίαν ἐξ αὑτοῦ λαχόντος, ὅταν μὲν πνεῦμα οὔριον κατ’
<lb n="15"/> οἰάκων ἐπιγένηται, παντὸς ἀνασεισθέντος κάλου, πλησίστιοι μέχρι λιμένων
αἱ νῆες καταίρουσιν, ὅταν δὲ αἰφνίδιον κατὰ πρῴρας ἐξεναντίας
κατασκήψῃ, πολὺν σάλον καὶ κλόνον ἐγείρει καὶ ἀνατρέπει· καὶ τοῦ συμβαίνοντος
ἡ μηδὲν αἰτία θάλαττα τὴν πρόφασιν ἴσχει, φανερῶς ταῖς ἀνέσεσι καὶ σφοδρότησι τῶν ἀνέμων ἢ γαληνιάζουσα ἢ κυμαίνουσα".</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="39"><p>διὰ <lb n="20"/> τούτων οὖν ἁπάντων ἱκανῶς οἶμαι δεδηλῶσθαι, ὅτι λόγον ἡ φύσις δυνατώτατον
σύμμαχον ἀνθρώπῳ δημιουργήσασα τὸν μὲν αὐτῷ χρῆσθαι δυνάμενον
ὀρθῶς ἀπέδειξεν εὐδαίμονα καὶ λογικὸν ὄντως, τὸν δὲ μὴ δυνάμενον
ἄλογόν τε καὶ κακοδαίμονα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="40"><p><milestone unit="altref" n="12"/> „Ἀδὰμ δὲ ἔγνω τὴν γυναῖκα αὐτοῦ· καὶ συνέλαβε καὶ ἔτεκε
<note xml:lang="mul" type="footnote"><lb/>1 μεταβαλοῦσαι UFL2 στιγμήν Maug.: στιγμὴ MUF, στιγμή ceteri 
<lb/>2 ἀλόγως] ἀλόγοις GH, ἄλλως AP ἅττ’ ἄν] ὅτ’ ἄν U, ὅταν F3 ἐπιτηδεύοις AP μετουσίαν F αἰτία HUF δίοπος scripsi: δίοπτος UF, πηδαλιοῦχος ceteri
<lb/>4 ῥᾷον ἄν] οὗ UF
<lb/>5 δυνώμεθα MAPGcorr.
<lb/>6 ἐκείνοις GH, σὺν ἐκείνοις UF ἐπ’ αὐτῶν UF συννοίας scripsi: ἐννοίας codd., ἀνίας coni. Mang.
<lb/>7 ἐπικηρυκεῦσαι δύνηται UF
<lb/>8 ἐμβαλεῖς UF: ἐμβάλλει γ’ MAPG,. ἐμβάλλῃ γ’ H corr. ἐν ὁμοία MAPH1
<lb/>9 φυσόμεθα U, φεισόμεθα AP, φυσιώμεθα Mang. οὔτε ἄν APGF
<lb/>11 δοξάζεις H
<lb/>12 διαφθορὰς G1H 
<lb/>13 βεβαιοτάτου UF αἰτιατέον] ἐατέον U, φατέον F
<lb/>14 αὑτοῦ GH corr.: αὐτοῦ ceteri
<lb/>15 καἰ παντὸς F, παντὸς καὶ L2 ἀνασπασθέντος UFL2 κάλως U πλήσει τὰ ἱστία U, πλήσῃ τὰ ἱστία F μέχρι λιμένων] μὲν εἰς λιμένας AP 
<lb/>16 νῆες AP: ναῦς ceteri κατάγουσιν UF δ’ AP καὶ κατὰ UF 
<lb/>18 θάλασσα GHF
<lb/>19 ἡ prius om. F γαληνίζουσα UF 19.
<lb/>20 διὰ τοῦτ’ AP
<lb/>20 πάντων UF
<lb/>21 χρῆσθαι GH: χρήσασθαι ceteri
<lb/>24 δ’ AP αὐτοῦ codd.: αὑτοῦ v</note>  

<pb n="v.1.p.180"/>
τὸν Κάιν, καὶ εἶπεν Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ. καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ“ (Gen. 4,1.2). οἷς ἀρετὴν
μεμαρτύρηκεν ὁ νομοθέτης, τούτους γνωρίζοντας γυναῖκας οὐκ εἰσάγει,
τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ, τὸν Μωυσῆν, καὶ εἴ τις αὐτοῖς
 ὁμόζηλος·</p></div></div></body></text></TEI>