οὐχ ὁρᾷς ὅτι καὶ Ἀβραὰμ ὁ σοφός, ἡνίκα ἤρξατο μετρεῖν κατὰ θεὸν πάντα καὶ μηδὲν ἀπολείπειν τῷ γενητῷ, λαμβάνει τῆς φλογίνης ῥομφαίας μίμημα „πῦρ καὶ μάχαιραν“ (Gen. 22, 6), διελεῖν καὶ καταφλέξαι τὸ θνητὸν ἀφ’ ἑαυτοῦ γλιχόμενος, ἵνα γυμνῇ τῇ διανοίᾳ μετάρσιος πρὸς θεὸν ἀναπτῇ; τὸν δέ γε Βαλαὰμ μάταιον λαὸν ὄντα ἐξωπλισμένον εἰσάγει Μωυσῆς ἀστράτευτον καὶ λιποτάκτην, εἰδὼς πόλεμον ὃν ἁρμόττει ψυχῇ περὶ 1 δυοῖν APH 3 ὁ om. HUF 4 ἐπὶ πᾶσι] ἐπὶ πάντων HL1 φαινόμενον] φερόμενον F δὴ] δὲ P 5 περί] παρά F 6 ἐναργῶς om. D ἀναδιδαχθήση ΑP1 7 γὰρ] δὲ D τῶν om. F ἀκράτων UF: ἀκηράτων ceteri, ἀκροτάτων D 8 ἀγαθὸς post. θεὸς transp. D τῆς codd.: ἀπὸ τῆς v oisUFD: ὧ ceteri 9 ἐκ om. D 9. 10 ἀπογενομένας APD 10 φιλοφροσύνην] ἀγάπην D κτήσῃ θεοῦ transp. F μήτε — μέγεθος (11) om. U μήτ’ AP εὖ om. D 11 πάσχῃς AP μήτ’ AP 12 ὑπομένης AP τι] τῆ AP 13 δι’ D: διὰ codd. μεγαλοδώρου coni. Mang. φλογίνην δὲ ῥόμφαν (sic) F 14 μέσον scripsi: μετὰ codd. : τομέα coni. Wendl., μετὰ Ε; Diels Sepfxov UF 17 μετρεῖν] ποιεῖν UF κατὰ θεὸν μετρεῖν transp. H 18 ἀπολιπὼν εἰσάγει τῷ γενητῷ] τῶν ἐν τῶ θνητῶ γένει UF γεννητῶ AP μίμῃμα ῥομφαίας trausp. UF 20 θεὸν codd.: τὸν θεὸν v 21 ἐξωπλισάηει μενον G εἰσάγει M Μωυσῆς UF: Μωὰβ ceteri 22 λιποτήκτην λειποτάκτην ceteri ἁρμόζει H 15 — 13 DR fol. 195v Φίλωνος: ὦ διάνοια — φιλοδώρου θεοῦ. ἐπιστήμης ποιεῖσθαι· λέγει γὰρ ὄνῳ, τῇ ἀλόγῳ προαιρέσει τοῦ βίου, ᾗ πᾶς ἄφρων ἐπιβέβηκεν, ὅτι „εἰ μάχαιραν εἶχον, ἤδη ἂν ἐξεκέντησά σε“ (Num. 22,29 )· καὶ μεγίστη χάρις τῷ τεχνίτῃ, ὅτι τὴν ἀφροσύνης λύτταν εἰδὼς οὐκ ἐνέδωκεν αὐτῇ, καθάπερ ξίφος μεμηνότι, δύναμιν λόγων, ἵνα μὴ πολλὴν καὶ ἄδικον ἅπασι τοῖς ἐντυγχάνουσιν ἐνεργάσηται φθοράν. ἃ δὲ Βαλαάμ, ταῦθ’ ἕκαστος τῶν μὴ κεκαθαρμένων ἀεὶ ματαιάζων αἰτιᾶταί πως, ἐμπορικὸν ἢ γεωργικὸν ἤ τιν’ ἄλλον τῶν ποριστικῶν ἐπιτηδεύσας βίον· ἕως μὲν αἴσια ἀπαντᾷ τὰ ἀφ’ ἑκάστου, γεγηθὼς ἐπιβέβηκε καὶ ἐποχεῖται καὶ ἐνειλημμένος ἀπρὶξ ἔχεται μεθέσθαι τὸ παράπαν οὐ δικαιῶν, ἀλλὰ καὶ τοῖς ἀφίστασθαι λέγουσι καὶ μέτρα ταῖς ἐπιθυμίαις περιθεῖναι διὰ τὸ τοῦ μέλλοντος ἀτέκμαρτον βασκανίαν ὀνειδίζει καὶ φθόνον, οὐκ ἀπ’ εὐνοίας εἰσηγεῖσθαι ταῦτα φάσκων· ἐπειδὰν δὲ ἀβούλητος κακοπραγία συμβῇ, τοὺς μὲν ὡς ἀγαθοὺς μάντεις ἀποδέχεται καὶ προφυλάξασθαι δυνατωτάτους τὰ μέλλοντα, τὰ δ’ οὐδενὸς αἴτια κακοῦ τὸ παράπαν αἰτιᾶται, τὴν γεωργίαν, τὴν ἐμπορίαν, τὰς ἄλλας ἐπιτηδεύσεις, αἷς πρὸς ἀργυρισμὸν ἠξίου χρῆσθαι· αἱ δὲ καίτοι φωνητηρίων ὀργάνων ἀμοιροῦσαι τὴν δι’ αὐτῶν τῶν πραγμάτων ῥήξουσι φωνὴν ἐναργεστέραν οὖσαν τῆς διὰ γλώττης „Ἆρά γε, ὦ συκοφάντα, οὐχ ἡμεῖς ἐσμεν ἐκεῖναι“ λέγουσαι „αἷς καθάπερ ὑποζυγίοις ὑψαυχενῶν ἐπεβεβήκεις; μὴ καθ’ ὑπεροψίαν ἄλλως εἰργασάμεθά σοι κακοπραγίαν (cf. νυμ. 22, 30) ; ἴδε τὸν ἀνθεστῶτα ἐξεναντίας θεοῦ λόγον ἐνωπλισμένον ἄγγελον (ib. 31), παρ’ ὃν τό τε εὖ καὶ τὸ μὴ συμβέβηκε τελειοῦσθαι·