ἡ δὲ μόνη τῶν τοῦ κόσμου μερῶν ἑστῶσα παγίως Ἑστία πρὸς τῶν παλαιῶν εὐθυβόλως ὠνόμασται, ἵνα περί τι βεβαίως ἱδρυμένον ἡ ἑκατέρων τῶν ἡμισφαιρίων ἐμμελεστάτη γίγνηται περιπόλησις. ἡ δὲ φλογίνη ῥομφαία σύμβολον ἡλίου· φλογὸς γὰρ ὢν πίλημα πολλῆς ὠκυδρομώτατον γέγονε τῶν ὄντων, ὡς ἡμέρᾳ μιᾷ τὸν σύμπαντα περιδινεῖσθαι κόσμον. ἤκουσα δέ ποτε καὶ σπουδαιοτέρου λόγου παρὰ ψυχῆς ἐμῆς εἰωθυίας τὰ πολλὰ θεοληπτεῖσθαι καὶ περὶ ὧν οὐκ οἶδε μαντεύεσθαι· ὅν, ἐὰν δύνωμαι, ἀπομνημονεύσας ἐρῶ. ἔλεγε δέ μοι κατὰ τὸν ἕνα ὄντως ὄντα θεὸν δύο τὰς ἀνωτάτω εἶναι καὶ πρώτας δυνάμεις ἀγαθότητα καὶ ἐξουσίαν, καὶ ἀγαθότητι μὲν τὸ πᾶν γεγεννηκέναι, ἐξουσίᾳ δὲ τοῦ γεννηθέντος ἄρχειν, τρίτον δὲ συναγωγὸν ἀμφοῖν μέσον εἶναι λόγον, λόγῳ γὰρ καὶ ἄρχοντα καὶ ἀγαθὸν εἶναι τὸν θεόν· ἀρχῆς μὲν οὖν καὶ 1 ἐνοικεῖ ὁ κυκλωθεὶς U τὰς δ’ ἡνίας UF πιστεύει UF ἐποχῶν UF πλημμελεῖ F 2 ἐπιστασίαν Mang. : ἐπίστασιν codd. ἁπάσας δ’] ἀλλὰ πάσας UF αὐτοῦ UF ἐναρμονίου U, ἐν ἁρμονία F 3 μάλιστα δ’ U, μάλιστα δὲ F οὕτως] om. M, οὐ Α τάξει γεγενῆσθαι UF 5 οὕτως] ὅπως AP, om. M 8 ἑκατέριον Α φησιν codd.: φασιν Mang. 1) πτεροῖς Mang.: om. U, ἑτέροις ceteri ἀντικρὺ Hcorr.: ἄντικρυς ceteri 10 δ’ Gll μέσον] μετὰ U ὦ] ὃ U 12 περί] εἴπερ F ἡ] ἡ F ἑκατέρως U, ἑκατέρου Γ’ 13 γίγνηται MAPG: γίνηται II, γίνεται U, ora. F 14 συμβολικῶς ὁ ἥλιος UF ὠκυδρομώτατον scripsi: ὠκυδρομώτατος codd. 15 περι θεῖν AP κόσμον περιδινεῖσθαι transp. UF 16 δέ] δ’ ἔγωγε UF Ifi. 17 εἰωθείας F 17 ὅν] ὧν MUP 18 δύναμαι AP 18. 19 ὄντως καὶ ὄντα AP1 19 ὄντα] θηῶ UF δυνάμεις καὶ πρώτας transp. UF 20 καὶ ante ἀγαθότητι om. UF γεγενηκέναι MGHUF 21 γενηθέντος H συναγωγὸν UFL2: συνάγοντες ceteri ἄμφω UF 22 καὶ post οὖν om. AP1 3 D C fol. 183r D R fol. 178v ἐκ τῶν αὐτῶν (praecedit excerptum ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας) : τὸ σὺν θεῷ πᾶν ἐπαινετόν· τὸ δὲ ἄνευ θεοῦ φευκτόν. 11 cf. Eur. frg. 944 (Macrob. Sat. I 23, 8) Arist. de Mundo 2. ἀγαθότητος τῶν δυεῖν δυνάμεων τὰ Χερουβὶμ εἶναι σύμβολα, λόγου δὲ τὴν φλογίνην ῥομφαίαν· ὀξυκινητότατον γὰρ καὶ θερμὸν λόγος καὶ μάλιστα ὁ τοῦ αἰτίου, ὅτι καὶ αὐτὸ πάντα φθάσαν παρημείψατο καὶ πρὸ πάντων νοούμενον καὶ ἐπὶ πᾶσι φαινόμενον. ἑκατέρου δὴ τῶν Χερουβίμ, ὦ διάνοια, δέξαι τύπον ἀκιβδήλευτον, ἵνα περί τε ἀρχῆς τοῦ αἰτίου καὶ ἀγαθότητος ἐναργῶς ἀναδιδαχθεῖσα καρπώσῃ κλῆρον εὐδαίμονα· γνώσῃ γὰρ εὐθὺς καὶ τὴν τῶν ἀκράτων δυνάμεων σύνοδόν τε καὶ κρᾶσιν, ἐν οἷς ἀγαθὸς μὲν ὁ θεὸς ἐμφαινομένου τοῦ τῆς ἀρχῆς ἀξιώματος, ἐν οἷς δὲ ἄρχων ἐμφαινομένης τῆς ἀγαθότητος· ἵνα τὰς ἐκ τούτων ἀπογεννωμένας ἀρετὰς φιλοφροσύνην καὶ εὐλάβειαν θεοῦ κτήσῃ, μήτε ἐν οἷς εὖ πάσχεις ὑψηγοροῦσα διὰ τὸ τῆς ἡγεμονίας τοῦ βασιλέως μέγεθος μήτε ἐν οἷς ὑπομένεις τι τῶν ἀβουλήτων ἀπογινώσκουσα τὰς ἀμείνους ἐλπίδας δι’ ἡμερότητα τοῦ μεγάλου καὶ φιλοδώρου θεοῦ. φλογίνη δὲ ῥομφαία, διότι χρὴ τούτοις παρακολουθεῖν τὸν μέσον τῶν πραγμάτων ἔνθερμον καὶ πυρώδη λόγον, ὃς οὐδέποτε λήγει κινούμενος σπουδῇ πάσῃ πρὸς αἵρεσιν μὲν τῶν καλῶν, φυγὴν δὲ τῶν ἐναντίων.