ἐπειδὴ τοίνυν τὸ μὲν λεγόμενον ἢ πραττόμενον φανερῶς γνώριμον πᾶσιν, ἡ δὲ διάνοια οὐ γνώριμος, ἀφ’ ἧς καὶ τὰ λεγόμενα λέγεται καὶ τὰ πραττόμενα πράττεται, ἀλλ’ ἄδηλον εἴτε ὑγιαίνει καὶ καθαρεύει εἴτε νοσεῖ μιάσμασι κεχρωσμένη 1 κακίας] καρδίας Α ψυχῆς AP εὐπαθείας DF, ἀπάθειαν ex εὐπάθειαν corr. H, ἀπάθειαν L διὰ λόγου APGH1 3 ἄπονον] ἄπορον G 4 δ’ AP 5 ἐπερηρεῖσθαι UF: ἐπηρῆσθαι AP, ἐρειρεῖσθαι M mgP, ἐρηρεῖσθαι GH νεὼς] ἕως U, νέος Α1 θαλαττευομένης UF 6 βιαίως Η 7 λαχοῦσαν κλόνον om. in lacuna U σάλον Ε; supplevit Wendl. 8 χαρᾶς F, χαρᾷ Mang. δ’ AP 11 παριστᾶν UFL2 12 οὐκ ἐνεργεῖται δεόντως transp. UF μὴ] μὲν F 13 καθῆκον ἔργον U 14 γίγνεται G, γένηται Η 16 τὸ] τῶ G 17 καίειν ἣ τέμνειν UF 20 ἐκ τοῦ μὴ trausp. U ῥωσθῇ] προσθῆ UF 21 ἐνεργεῖται] ἐκτελεῖται U παρὸ] παρ’ ὧ A1P, παρ’ ὃ Α2 22 διώξεις UF ἐνὸν καὶ ἀδίκως] δεῖν καὶ ἀδίκως ἀδικεῖσθαι UFL2 23 προσέχοι codd., corr. Turn. 26 ἀλλὰ δῆλον U εἴτ’ U ὑγιαίνοι καὶ καθαρεύοι AP νοσῇ H κεχρωσμένη H: κεχρημένη ceteri πολλοῖς, γενητὸς δὲ οὐδεὶς ἱκανὸς γνώμης ἀφανοῦς κατιδεῖν ἐνθύμημα, μόνος δὲ ὁ θεός, παρὸ καὶ λέγει Μωυσῆς ὅτι „τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ, τὰ δὲ φανερὰ γενέσει γνώριμα“ (Deut. 29, 29), προστέτακται τῷ ἱερεῖ καὶ προφήτῃ λόγῳ, τὴν ψυχὴν „ἐναντίον τοῦ θεοῦ στῆσαι“ ἀποκαλύφῳ τῇ κεφαλῇ (Num. 5, 18), τουτέστι τὸ κεφάλαιον δόγμα γυμνωθεῖσαν καὶ τὴν γνώμην ᾗ κέχρηται ἀπαμφιασθεῖσαν, ἵν’ ὄψεσι ταῖς ἀκριβεστάταις ἐπικριθεῖσα τοῦ ἀδεκάστου θεοῦ ἢ τὴν ὑποτυφομένην εἰρωνείαν, κίβδηλον νόμισμα, διελεγχθῇ ἢ πάσης οὖσα κακίας ἀμέτοχος ἐκνίψηται τὰς καθ’ αὑτῆς διαβολὰς μάρτυρι χρησαμένη τῷ μόνῳ γυμνὴν ψυχὴν ἰδεῖν δυναμένῳ. τὸ μὲν οὖν εἰς ἐπίκρισιν ἐναντίον τοιοῦτόν ἐστι· τὸ δ’ εἰς οἰκείωσιν, ὃ ἐπὶ τοῦ πανσόφου λέλεκται Ἀβραάμ· „ἔτι“ γάρ φησιν "ἦν ἑστηκὼς ἐναντίον κυρίου" (Gen. 18,22 )· καὶ τεκμήριον τῆς οἰκειώσεως τὸ ἐπιλεγόμενον ὅτι „ἐγγίσας εἶπεν“ (ib. 23)· ἀλλοτριουμένῳ γὰρ ἀφίστασθαι καὶ διαζεύγνυσθαι, οἰκειουμένῳ δὲ συνεγγίζειν ἁρμόττει. τὸ δὲ στῆναι καὶ ἄτρεπτον κτήσασθαι διάνοιαν ἐγγύς ἐστι βαίνειν θεοῦ δυνάμεως, ἐπειδὴ τὸ μὲν θεῖον ἄτρεπτον, τὸ δὲ γενόμενον φύσει μεταβλητόν. εἴ τις οὖν τὴν γενέσεως οἰκείαν φορὰν ἔρωτι ἐπιστήμης ἐγχαλινωσάμενος ἐβιάσατο στῆναι ποιήσας, μὴ λανθανέτω θείας εὐδαιμονίας ἐγγὺς ὤν. τοῖς δὲ Χερουβὶμ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τὴν ἀντικρὺ τοῦ παραδείσου πόλιν οἰκείως δίδωσιν, οὐχ ὡς ἐχθροῖς μέλλουσιν ἀντιστατεῖν καὶ διαμάχεσθαι, ἀλλ’ ὡς οἰκειοτάτοις καὶ φιλτάτοις, ἵν’ ἐκ τῆς ὁμοῦ προσόψεως καὶ συνεχοῦς περιαθρήσεως πόθον αἱ δυνάμεις ἴσχωσιν ἀλλήλων, καταπνέοντος εἰς αὐτὰς τὸν πτηνὸν ἔρωτα καὶ οὐράνιον τοῦ φιλοδώρου θεοῦ.