<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="121"><p>ἅμα μέντοι καὶ δόγμα εἰσηγεῖται πάνσοφον, ὅτι μόνος
κυρίως ὁ θεὸς πολίτης ἐστί, πάροικον δὲ καὶ ἐπήλυτον τὸ γενητὸν
ἅπαν, οἱ δὲ λεγόμενοι πολῖται καταχρήσει μᾶλλον ὀνόματος ἢ ἀληθείᾳ <lb n="25"/>
προσαγορεύονται· δωρεὰ δὲ ἀποχρῶσα σοφοῖς ἀνδράσι πρὸς τὸν μόνον
<note xml:lang="mul" type="footnote"><lb/>1 πεποίηκε AP
<lb/>2 ὁ δοῦλος ’ ᾖ] ἢ AP ἄν ἄγη MG: ἀνάγει AP, ἀνάγκη H πρὸς σχήματα om. MAP
<lb/>3 ἢ πρὸς ὀσμὰς AP1 χοῦς AP 
<lb/>5 οὔτ’ ἀρχὰς AP ’
<lb/>6 δ’ AP
<lb/>7 γνῶμεν codd.: εὐγνωμονῶμεν Mang. ἐπιλησόμεθα Α
<lb/>9 ἐπικουφιῶμεν AP
<lb/>11 περιπαθοῦσιν M, περιπαθοῦς Α 
<lb/>13 δ’ AP
<lb/>14 οὐ scripsi: οὑδὲ codd.
<lb/>15 ὁρθώτατα Α
<lb/>16 ἐμὴ] ἐμοὶ AP τῳ] τὸ M, om. AP γεννητὸν APU
<lb/>18 γινόμενοι GH
<lb/>19 εὐπατριδῶν] οὐ πατρίδων MAP1 πάντες om. MAP ἰσοτελίαν M
<lb/>21 ξένην scripsi: κενὴν P, καινὴν ceteri; κοινὴν coni. Mang.
<lb/>22 μέχρι MAP
<lb/>24 κυρίως Turn.: κύριος codd. γεννητὸν AP
<lb/>26 δ’ AP</note> <note xml:lang="mul" type="footnote"><lb/>5 sqq. cf. Eur. Phoen. 555 ss. (Plut. Cons. ad Apolloaium
<lb/>28 p. 116 Α)</note>  

<pb n="v.1.p.199"/>
πολίτην θεὸν ἀντεξετασθεῖσιν, ἐπηλύτων καὶ παροίκων λαβεῖν τάξιν,
ἐπειδὴ τῶν ἀφρόνων ἔπηλυς μὲν ἢ πάροικος ἁπλῶς οὐδεὶς ἐν τῇ τοῦ
θεοῦ πόλει γίνεται, φυγὰς δὲ πάντως ἀνευρίσκεται, οἷον δὴ καὶ προσανεφθέγξατο
ὡς δογματικώτατον. „πράσει“ φησίν „οὐ πραθήσεται ἡ
<lb n="5"/> γῆ“· καὶ ὑπὸ τίνος ἡσύχασεν, ἵν’ ἐκ τοῦ παρασιωπηθέντος ὁ μὴ
φυσιολογίας ἀμύητος εἰς ἐπιστήμην ὠφελῆται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="122"><p>εὑρήσεις τοίνυν σκοπῶν ἅπαντας καὶ τοὺς λεγομένους χαρίζεσθαι πιπράσκοντας μᾶλλον ἢ δωρουμένους
καὶ οὓς οἰόμεθα λαμβάνειν χάριτας πρὸς ἀλήθειαν ὠνουμένους·
οἱ μὲν γὰρ διδόντες, ἀμοιβὴν ἔπαινον ἢ τιμὴν θηρώμενοι, ζητοῦντες
<lb n="10"/> χάριτος ἀντίδοσιν, εὐπρεπεῖ δωρεᾶς ὀνόματι κυρίως πρᾶσιν ἐργάζονται,
ἐπεὶ καὶ τοῖς πωλοῦσιν ἀνθ’ ὧν ἂν παράσχωσιν ἔθος λαμβάνειν ἐστίν·
οἱ δὲ προσιέμενοι τὰς δωρεάς, μελετῶντες ἀποδοῦναι καὶ ἐπὶ καιρὸν
ἀποδιδόντες, ἔργον ὠνουμένων δρῶσι, καὶ γὰρ ἐκεῖνοι ὥσπερ λαβεῖν
ἴσασι καὶ ἀποδοῦναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="123"><p>ὁ δὲ θεὸς οὐ πωλητὴρ ἐπευωνίζων τὰ ἑαυτοῦ <lb n="15"/> κτήματα, δωρητικὸς δὲ τῶν ἁπάντων, ἀενάους χαρίτων πηγὰς ἀναχέων,
ἀμοιβῆς οὐκ ἐφιέμενος· οὔτε γὰρ ἐπιδεὴς αὐτὸς οὔτε τις τῶν γεγονότων
ἱκανὸς ἀντιδοῦναι δωρεάν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="124"><p><milestone unit="altref" n="35"/> Πάντων οὖν ἀνωμολογημένων θεοῦ κτημάτων λόγοις τε ἀληθέσι καὶ μαρτυρίαις, ἃς οὐ θέμις ψευδομαρτυριῶν ἁλῶναι — χρησμοὶ
<lb n="20"/> γάρ, οὓς ἐν ἱεραῖς βίβλοις Μωυσῆς ἀνέγραψεν, οἱ μαρτυροῦντές
εἰσι —, παραιτητέον τοίνυν τὸν νοῦν, ὃς τὸ γεννηθὲν κατὰ τὴν πρὸς
αἴσθησιν σύνοδον κτῆμα ἴδιον ᾠήθη τε καὶ ἐκάλεσε [τὸν] Κάιν καὶ
εἶπεν· „ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ“, καὶ κατὰ τοῦτο διαμαρτών·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="125"><p>τί δήποτε; ὅτι ὁ θεὸς αἴτιον, οὐκ ὄργανον, τὸ δὲ γινόμενον δι’ ὀργάνου <lb n="25"/> μὲν ὑπὸ δὲ αἰτίου πάντως γίνεται. πρὸς γὰρ τήν τινος γένεσιν
 πολλὰ δεῖ συνελθεῖν,  <milestone unit="altpage2" n="p. 162 M."/> τὸ ὑφ’ οὗ, τὸ ἐξ οὗ, τὸ δι’ οὗ, τὸ δι’ ὅ· καὶ
<note xml:lang="mul" type="footnote"><lb/>2 ἐπειδὴ Mang. : ἐπὶ δὲ codd.
<lb/>3 ἄν εὑρίσκηται AP δὴ corr. Turn.: δὲ codd. 
<lb/>4 πεπραθήσεται AP1
<lb/>6 φυσιολογίας MG: φυσιολογήσας Η, φιλοσοφίας AP 6.
<lb/>7 σκοπὸν ἅπαντα AP1
<lb/>10 εὐπρεπῆ AP
<lb/>11 ἐπεὶ] ἐπὶ P παράσχωνται AP
<lb/>12 ἐπὶ καιρὸν M: ἐπὶ καιρῶν GH, ἐπικαίρως AP
<lb/>13 ὠνούμενον AP1 14: πωλητὴς coni. Mang.
<lb/>15 ἀεννάους codd. πηγὰς χαρίτων transp. AP 
<lb/>20 οὓς om. AP1
<lb/>21 τοίνυν om. AP1 (Mang.) ὃς corr. Turn,: ὡς codd. γενηθὲν GH
<lb/>22 τὸν seclusi
<lb/>23 ἄνθρωπον] ἄνδρα AP
<lb/>24 ὅτι] ὃν AP1
<lb/>25 δ’ AP
<lb/>26 τὸ ἐξ οὐ — ὑφ’ οὗ (200,1) om. G</note> <note xml:lang="mul" type="footnote">25—200,2 D C fol. 151r τοῦ αὐτοῦ Φίλωνος) ἐκ τοῦ περὶ τῶν Χερουβὶμ. πρὸς τὴν γένεσιν — ἡ αἰτία.</note>  

<pb n="v.1.p.200"/>
ἔστι τὸ μὲν ὑφ’ οὗ τὸ αἴτιον, ἐξ οὗ δὲ ἡ ὕλη, δι’ οὗ δὲ τὸ ἐργαλεῖον,
 δι’ ὃ δὲ ἡ αἰτία.</p></div></div></body></text></TEI>