ἅμα μέντοι καὶ δόγμα εἰσηγεῖται πάνσοφον, ὅτι μόνος κυρίως ὁ θεὸς πολίτης ἐστί, πάροικον δὲ καὶ ἐπήλυτον τὸ γενητὸν ἅπαν, οἱ δὲ λεγόμενοι πολῖται καταχρήσει μᾶλλον ὀνόματος ἢ ἀληθείᾳ προσαγορεύονται· δωρεὰ δὲ ἀποχρῶσα σοφοῖς ἀνδράσι πρὸς τὸν μόνον 1 πεποίηκε AP 2 ὁ δοῦλος ’ ᾖ] ἢ AP ἄν ἄγη MG: ἀνάγει AP, ἀνάγκη H πρὸς σχήματα om. MAP 3 ἢ πρὸς ὀσμὰς AP1 χοῦς AP 5 οὔτ’ ἀρχὰς AP ’ 6 δ’ AP 7 γνῶμεν codd.: εὐγνωμονῶμεν Mang. ἐπιλησόμεθα Α 9 ἐπικουφιῶμεν AP 11 περιπαθοῦσιν M, περιπαθοῦς Α 13 δ’ AP 14 οὐ scripsi: οὑδὲ codd. 15 ὁρθώτατα Α 16 ἐμὴ] ἐμοὶ AP τῳ] τὸ M, om. AP γεννητὸν APU 18 γινόμενοι GH 19 εὐπατριδῶν] οὐ πατρίδων MAP1 πάντες om. MAP ἰσοτελίαν M 21 ξένην scripsi: κενὴν P, καινὴν ceteri; κοινὴν coni. Mang. 22 μέχρι MAP 24 κυρίως Turn.: κύριος codd. γεννητὸν AP 26 δ’ AP 5 sqq. cf. Eur. Phoen. 555 ss. (Plut. Cons. ad Apolloaium 28 p. 116 Α) πολίτην θεὸν ἀντεξετασθεῖσιν, ἐπηλύτων καὶ παροίκων λαβεῖν τάξιν, ἐπειδὴ τῶν ἀφρόνων ἔπηλυς μὲν ἢ πάροικος ἁπλῶς οὐδεὶς ἐν τῇ τοῦ θεοῦ πόλει γίνεται, φυγὰς δὲ πάντως ἀνευρίσκεται, οἷον δὴ καὶ προσανεφθέγξατο ὡς δογματικώτατον. „πράσει“ φησίν „οὐ πραθήσεται ἡ γῆ“· καὶ ὑπὸ τίνος ἡσύχασεν, ἵν’ ἐκ τοῦ παρασιωπηθέντος ὁ μὴ φυσιολογίας ἀμύητος εἰς ἐπιστήμην ὠφελῆται. εὑρήσεις τοίνυν σκοπῶν ἅπαντας καὶ τοὺς λεγομένους χαρίζεσθαι πιπράσκοντας μᾶλλον ἢ δωρουμένους καὶ οὓς οἰόμεθα λαμβάνειν χάριτας πρὸς ἀλήθειαν ὠνουμένους· οἱ μὲν γὰρ διδόντες, ἀμοιβὴν ἔπαινον ἢ τιμὴν θηρώμενοι, ζητοῦντες χάριτος ἀντίδοσιν, εὐπρεπεῖ δωρεᾶς ὀνόματι κυρίως πρᾶσιν ἐργάζονται, ἐπεὶ καὶ τοῖς πωλοῦσιν ἀνθ’ ὧν ἂν παράσχωσιν ἔθος λαμβάνειν ἐστίν· οἱ δὲ προσιέμενοι τὰς δωρεάς, μελετῶντες ἀποδοῦναι καὶ ἐπὶ καιρὸν ἀποδιδόντες, ἔργον ὠνουμένων δρῶσι, καὶ γὰρ ἐκεῖνοι ὥσπερ λαβεῖν ἴσασι καὶ ἀποδοῦναι. ὁ δὲ θεὸς οὐ πωλητὴρ ἐπευωνίζων τὰ ἑαυτοῦ κτήματα, δωρητικὸς δὲ τῶν ἁπάντων, ἀενάους χαρίτων πηγὰς ἀναχέων, ἀμοιβῆς οὐκ ἐφιέμενος· οὔτε γὰρ ἐπιδεὴς αὐτὸς οὔτε τις τῶν γεγονότων ἱκανὸς ἀντιδοῦναι δωρεάν. Πάντων οὖν ἀνωμολογημένων θεοῦ κτημάτων λόγοις τε ἀληθέσι καὶ μαρτυρίαις, ἃς οὐ θέμις ψευδομαρτυριῶν ἁλῶναι — χρησμοὶ γάρ, οὓς ἐν ἱεραῖς βίβλοις Μωυσῆς ἀνέγραψεν, οἱ μαρτυροῦντές εἰσι —, παραιτητέον τοίνυν τὸν νοῦν, ὃς τὸ γεννηθὲν κατὰ τὴν πρὸς αἴσθησιν σύνοδον κτῆμα ἴδιον ᾠήθη τε καὶ ἐκάλεσε [τὸν] Κάιν καὶ εἶπεν· „ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ“, καὶ κατὰ τοῦτο διαμαρτών· τί δήποτε; ὅτι ὁ θεὸς αἴτιον, οὐκ ὄργανον, τὸ δὲ γινόμενον δι’ ὀργάνου μὲν ὑπὸ δὲ αἰτίου πάντως γίνεται. πρὸς γὰρ τήν τινος γένεσιν πολλὰ δεῖ συνελθεῖν, τὸ ὑφ’ οὗ, τὸ ἐξ οὗ, τὸ δι’ οὗ, τὸ δι’ ὅ· καὶ 2 ἐπειδὴ Mang. : ἐπὶ δὲ codd. 3 ἄν εὑρίσκηται AP δὴ corr. Turn.: δὲ codd. 4 πεπραθήσεται AP1 6 φυσιολογίας MG: φυσιολογήσας Η, φιλοσοφίας AP 6. 7 σκοπὸν ἅπαντα AP1 10 εὐπρεπῆ AP 11 ἐπεὶ] ἐπὶ P παράσχωνται AP 12 ἐπὶ καιρὸν M: ἐπὶ καιρῶν GH, ἐπικαίρως AP 13 ὠνούμενον AP1 14: πωλητὴς coni. Mang. 15 ἀεννάους codd. πηγὰς χαρίτων transp. AP 20 οὓς om. AP1 21 τοίνυν om. AP1 (Mang.) ὃς corr. Turn,: ὡς codd. γενηθὲν GH 22 τὸν seclusi 23 ἄνθρωπον] ἄνδρα AP 24 ὅτι] ὃν AP1 25 δ’ AP 26 τὸ ἐξ οὐ — ὑφ’ οὗ (200,1) om. G 25—200,2 D C fol. 151r τοῦ αὐτοῦ Φίλωνος) ἐκ τοῦ περὶ τῶν Χερουβὶμ. πρὸς τὴν γένεσιν — ἡ αἰτία. ἔστι τὸ μὲν ὑφ’ οὗ τὸ αἴτιον, ἐξ οὗ δὲ ἡ ὕλη, δι’ οὗ δὲ τὸ ἐργαλεῖον, δι’ ὃ δὲ ἡ αἰτία.