<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="111"><p>ταύτῃ καὶ ἄψυχα ἐμψύχων καὶ ἄλογα λογικῶν
καὶ δένδρα ἀνθρώπων καὶ ἄνθρωποι φυτῶν καὶ ἡμέρων ἀτίθασα καὶ
ἀγρίων χειροήθη καὶ ἄρρεν θήλεος καὶ θῆλυ ἄρρενος καὶ συνελόντι
φράσαι χερσαῖα ἐνύδρων καὶ ἔνυδρα ἀεροπόρων καὶ πτηνὰ τῶν προειρημένων
καὶ προσέτι γῆς μὲν οὐρανός, οὐρανοῦ δὲ γῆ, ἀὴρ δὲ ὕδατος, <lb n="20"/>
ὕδωρ δὲ πνεύματος, καὶ πάλιν αἱ μεταξὺ φύσεις ἀλλήλων τε καὶ τῶν
 ἄκρων καὶ αἱ ἄκραι τῶν μέσων καὶ ἑαυτῶν ἐρῶσι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="112"><p>χειμών γε μὴν
θέρους καὶ θέρος χειμῶνος καὶ ἔαρ ἀμφοῖν καὶ μετόπωρον ἔαρος καὶ
ἕκαστον ἑκάστου καὶ ὡς ἔπος εἰπεῖν πάντα πάντων ἐπιδεᾶ τε καὶ
χρεῖα, ἵνα τὸ ὅλον, οὗ μέρη ταῦτα, παντελὲς ἔργον ἄξιόν τε εἴη τοῦ <lb n="25"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="113"><p> δημιουργοῦ, ὅδε ὁ κόσμος. <milestone unit="altref" n="32"/> οὕτως οὖν αὐτὰ συνθεὶς τὸ μὲν
<note xml:lang="mul" type="footnote"><lb/>1 τῶ θεῶ AP αὔχημα] ἡ χρῆμα D
<lb/>2 ἀσπάζεται γένος D: γένος oin. codd., γένος ἀσπάζεται Mang.
<lb/>4 προσθήσεται GH
<lb/>6 κτήσει] κτίσις AP
<lb/>7 χρῆσις AP ἐστίν Η
<lb/>8 πέπρακται L, πέπραται Turn. ἄν seclusi
<lb/>9 κτίσις AP γεννητὰ AP II ἶνα AP τῷ] τὸ AP
<lb/>12 TrXTjataCr) MG: πλησιάζει AP, πλησιάζοι Η ἀλλήλων Η
<lb/>15 ἀντίκτησιν M ὑπομένοντι AP, ἀπονέμοντα coni. Markland
<lb/>17 ἀτίθασσα AP
<lb/>20 προσέτι M: πρὸς τοὺς ἐπὶ AP, πρὸς τοῖς ἔτι GH, πρὸς τούτοις ἔτι v γῆς μὲν οὐρανός codd.: γῆ μὲν οὐρανοῦ v οὐρανοῦ ii M: οὐρανὸς ἑ ceteri γῆ MAP: AP: γῆς GH
<lb/>21 τε om. H 
<lb/>22 ἐρῶσι] χρῄζουσι coni. Markland
<lb/>26 αὑτὰς AP</note> <note xml:lang="mul" type="footnote"><lb/>1 —
<lb/>3 Dr fol. 143v τοῦ αὐτοῦ Φίλωνος) περὶ τῶν Χερουβίμ: τὸ δουλεύειν — τιμιώτερον.</note>  

<pb n="v.1.p.197"/>
κράτος ἁπάντων ἀνῆψεν ἑαυτῷ, τὴν δὲ χρῆσιν καὶ ἀπόλαυσιν ἔνειμε
τοῖς ὑπηκόοις ἑαυτῶν τε καὶ ἀλλήλων· καὶ γὰρ ἑαυτοὺς καὶ ὅσα περὶ
ἡμᾶς χρῆσιν ἔχομεν· ἐγὼ γοῦν ἐκ ψυχῆς καὶ σώματος συνεστώς, νοῦν
λόγον αἴσθησιν ἔχειν δοκῶν, οὐδὲν αὐτῶν ἴδιον εὑρίσκω·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="114"><p>ποῦ γάρ μου <lb n="5"/> τὸ σῶμα πρὸ γενέσεως ἦν; ποῖ δὲ καὶ χωρήσει μεταστάντος <add>μου</add>;
ποῦ δὲ καὶ τοῦ δοκοῦντος ὑφεστάναι τῶν ἡλικιῶν αἱ διαφοραί; ποῦ τὸ
βρέφος, ποῦ ὁ παῖς, ποῦ <add>ὁ</add> ἀντίπαις, ποῦ ὁ ἄρτι ἡβῶν, ποῦ τὸ μειράκιον,
ὁ πρωτογένειος, ὁ νεανίας, ὁ τέλειος ἀνήρ; πόθεν δὲ ἦλθεν ἡ
ψυχή, ποῖ δὲ χωρήσει, πόσον δὲ χρόνον ἡμῖν ὁμοδίαιτος ἔσται; τίς
<lb n="10"/> δέ ἐστι τὴν οὐσίαν, ἔχομεν εἰπεῖν; πότε δὲ καὶ ἐκτησάμεθα αὐτήν;
πρὸ γενέσεως; ἀλλ’ οὐχ ὑπήρχομεν· μετὰ τὸν θάνατον; ἀλλ’ οὐκ
ἐσόμεθα οἱ μετὰ σωμάτων σύγκριτοι ποιοί, ἀλλ’ εἰς παλιγγενεσίαν
ὁρμήσομεν οἱ μετὰ ἀσωμάτων σύγκριτοι ποιοί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.1st1K-grc1" subtype="section" n="115"><p>ἀλλὰ νῦν ὅτε ζῶμεν  κρατούμεθα μᾶλλον ἢ  <milestone unit="altpage2" n="p. 160 M."/> ἄρχομεν καὶ γνωριζόμεθα μᾶλλον ἢ γνωρίζομεν·
<lb n="15"/> οἶδε γὰρ ἡμᾶς οὐ γνωριζομένη πρὸς ἡμῶν καὶ ἐπιτάγματα
ἐπιτάττει, οἷς ἐξ ἀνάγκης ὑπηρετοῦμεν ὡς οἰκέται δεσποίνῃ· ἀπόλειψίν
τε ὅταν ἐθέλῃ πρὸς τὸν ἄρχοντα χρηματίσασα μεταναστήσεται
ἔρημον καταλιποῦσα ζωῆς τὸν ἡμέτερον οἶκον, κἂν ἐπιμένειν βιαζώμεθα, διαλύσεται· λεπτομερὴς γὰρ αὐτῆς ἡ φύσις, ὡς μηδεμίαν
<lb n="20"/> ἐμπαρέχειν λαβὴν σώματι. </p></div></div></body></text></TEI>