τοιούτου κατασκευασθέντος οἴκου παρὰ τῷ θνητῷ γένει, χρηστῶν ἐλπίδων τἀπίγεια πάντα ἀναπλησθήσεται κάθοδον δυνάμεων θεοῦ προσδοκήσαντα· αἱ δὲ νόμους ἀπ’ οὐρανοῦ καὶ θεσμοὺς ἐπιφερόμεναι τοῦ καθαγιάσαι καὶ καθιερῶσαι χάριν ἀφίξονται κατὰ τὴν τοῦ πατρὸς αὐτῶν ἐπικέλευσιν· εἶθ’ ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι ταῖς φιλαρέτοις γενόμεναι ψυχαῖς σπείρουσιν ἐν αὐταῖς γένος τὸ εὔδαιμον, καθὰ καὶ Ἀβραὰμ τῷ σοφῷ τῆς παρ’ αὐτῷ καταγωγῆς τὸν Ἰσαὰκ τελειοτάτην χάριν δεδώρηνται. χαίρει δ’ ἐπ’ οὐδενὶ μᾶλλον ἡ κεκαθαρμένη διάνοια ἢ τῷ δεσπότην ἔχειν τὸν ἡγεμόνα πάντων ὁμολογεῖν· 1 καρποὺς om. MAP 3 τὸ] καὶ ΑΡ ὀχυρὸν Η 4 τοῦ prius om. MAP διαστῆσαι] παντὸς εἴδους σεῖσαι AP φυγαδευθεῖσαι ΑΡ καὶ ante μετανάστιν om. M μετανάστιν Turn.: μετανάστην MGH, μετανάστασιν ΑΡ 5 οὕτως M, οὕτω GH: οὖδας AP ἰσχὺν] ψυχὴν AP 6 πρὸς κόσμον] προκοσμήματα coni. Mang. 7 ὡς ἑστίας add. MAP: om. GH γὰρ om. GH 11 sqq. fort. scribendum γραμματικῇ . . . γεωμετρία . . . ῥητορικῇ 12 ἱστορίας Η 13 τὸ δ’ ΑΡ 14 ἄρυθμον MPG καὶ ante ἄμετρον om. ΑΡ 15 μουσικὴ ἀστεία coni. Mang. 16 πᾶσιν Mang.: πᾶσαν codd. 18 φωνητικὰ ΑΡ 19 θνητῶν AP 20 τἀπίγεια H: τὰ ἐπίγεια ceteri 21 αἱ] αἰεὶ ΑΡ 23 αὐτῶν codd.: αὑτῶν v 24 σπεροῦσιν coni. Mang. 25 καθ᾿ ἅ ΑΡ 26 χάριν] χαρὰν coni. Mang. δεδώρηται codd., corr. Mang. ἢ μᾶλλον AP1 ἡ] ἢ MGH 27 διανοία MG ἢ τῳ] ἣ τὸ H, ἡ τὸ G2 ὁμολογεῖΞ G, ὁμολογεῖ H τὸ γὰρ δουλεύειν θεῷ μέγιστον αὔχημα καὶ οὐ μόνον ἐλευθερίας ἀλλὰ καὶ πλούτου καὶ ἀρχῆς καὶ πάντων ὅσα τὸ θνητὸν ἀσπάζεται γένος τιμιώτερον. τῆς δὲ τοῦ ὄντος ἡγεμονίας ὁ χρησμὸς ἀληθὴς μάρτυς λέγων ὧδε· „καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον ἐμοῦ“ (Lev. 25, 23). ἆρ’ οὐκ ἐναργέστατα παρίστησιν, ὅτι κτήσει μὲν τὰ πάντα θεοῦ, χρήσει δὲ μόνον γενέσεώς ἐστι; βεβαίως, γάρ φησιν, οὐδὲν οὐδενὶ πεπράσεται τῶν ἐν γενέσει, ὡς [ἂν] ἑνὸς ὄντος οὗ κυρίως βεβαία ἡ τῶν ὅλων κτῆσις· κέχρηκε γὰρ ὁ θεὸς τὰ γενητὰ πάντα πᾶσιν, οὐδὲν τῶν κατὰ μέρος τέλειον ἐργασάμενος, ὃ μὴ πάντως χρεῖον ἄλλου, ἵν’ οὗ δεῖται τυχεῖν γλιχόμενον ἐξ ἀνάγκης τῷ παρασχεῖν δυναμένῳ πλησιάζῃ καὶ ἐκεῖνο τούτῳ καὶ ἀμφότερα ἀλλήλοις· οὕτως γὰρ ἐπαλλάττοντα καὶ ἐπιμιγνύμενα λύρας τρόπον ἐξ ἀνομοίων ἡρμοσμένης φθόγγων εἰς κοινωνίαν καὶ συμφωνίαν ἐλθόντα συνηχήσειν ἔμελλεν, ἀντίδοσίν τινα καὶ ἀντέκτισιν πάντα διὰ πάντων ὑπομένοντα πρὸς τὴν τοῦ κόσμου παντὸς ἐκπλήρωσιν·