ποσίν· ἀξιόχρεως μέντοι γε οἶκος ψυχὴ ἐπιτήδειος. οἶκον οὖν ἐπίγειον τὴν ἀόρατον ψυχὴν τοῦ ἀοράτου θεοῦ λέγοντες ἐνδίκως καὶ κατὰ νόμον φήσομεν. ἵνα δὲ βέβαιος καὶ περικαλλέστατος εἴη ὁ οἶκος, θεμέλιοι μὲν ὑποβεβλήσθωσαν εὐφυΐα καὶ διδασκαλία, ἀρεταὶ δὲ μετὰ καλῶν πράξεων ἐποικοδομείσθωσαν αὐτῷ, τὰ δὲ προκοσμήματα ἔστω ἡ ἀνάληψις τῶν ἐγκυκλίων προπαιδευμάτων· ἐκ μὲν γὰρ εὐφυΐας εὐθιξία ἐπιμονὴ μνήμη, ἐκ δὲ διδασκαλίας εὐμάθεια προσοχὴ καθάπερ τινὸς 2 δὲ om. AP ἀκατάληπτον H 3 τόδε] τό. τε AP τῆς corr. Turn. (cf. Ant. Mel.): δὴ codd. χωρίω L παρασκευάζον μὲν AP1, παρασκευάζομεν P2 4 κάλλιστον M Ant. Mel. : καλὸν AP, om. GH 5 εἰ δὲ μειλίσσεται AP ὃς M: ὃν ceteri αὐτῶ codd. : αὐτῶ v 8 ἀδεῶς] ἀφειδῶς coni. Mang. χρώμενοι MAPG: χρώμεθα H 11 γεννητὸν AP 12 ἀπὸ περάτων οὐρανοῦ Jessen 13 ποδαπὸν MAPG: ποταπὸν H κατασκευάσασθαι Turn. 14 εἰ om. MAP πᾶσα γῆ Η: πᾶς (om. γῆ) ceteri 16 τέχναι καὶ στοὰς AP 19 τὴν om. AP 20 περικαλέστατος MAPG 22 τὰ om. AP προσκοσμήματα M, πρὸ κοσμήματα G 23 γὰρ om. AP εὐθιξία Mang.: εὐθηξίας MAPG, om. H εὐθηξίας εὐφυίας transp. G 24 ὑπομονὴ P μνῆμαι codd., corr. Turn. δὲ om. G 2—5 Anton. Mel. II 87 Col. 1209 Φίλωνος: ἐπειδήπερ ἀοράτως εἰς τὸν τῆς ψυχῆς εἰσδύεται ὁ θεός, παρασκευάζωμεν — εἰς ἕτερον οἶκον ὁ θεός. ῥίζαι δένδρου μέλλοντος ἡμέρους καρποὺς ἀποκυΐσκειν συνίστανται, ὧν ἄνευ τελεσιουργηθῆναι διάνοιαν ἀμήχανον· ἐκ δὲ ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων τὸ ἐχυρὸν καὶ βέβαιον τῆς ἀσφαλοῦς ἱδρύσεως περιγίνεται, τοῦ διαστῆσαι καὶ φυγαδεῦσαι καὶ μετανάστιν ἀπεργάσασθαι τοῦ καλοῦ ψυχὴν ἐγνωκότος πρὸς οὕτως καρτερὰν ἰσχὺν ἐξασθενοῦντος· ἐκ δὲ τῆς ἐγκυκλίου τῶν προπαιδευμάτων μελέτης τὰ πρὸς κόσμον τῆς ψυχῆς ὡς ἑστίας ἤρτηται· καθάπερ γὰρ κονιάματα καὶ γραφαὶ καὶ πινάκια καὶ λίθων πολυτελῶν διαθέσεις, αἷς οὐ μόνον τοίχους ἀλλὰ καὶ τὰ ἐδάφη ποικίλλουσι, καὶ ὅσα ἄλλα τοιαῦτα πρὸς μὲν ἰσχὺν οὐ συμβάλλεται, τέρψιν δὲ περιποιεῖ μόνον τοῖς ἐνοικοῦσιν, οὕτως ἡ τῶν ἐγκυκλίων ἐπιστήμη τὸν ψυχικὸν οἶκον ἅπαντα διακοσμεῖ, γραμματικὴ μὲν ποιητικὴν ἐρευνῶσα καὶ παλαιῶν πράξεων ἱστορίαν μεταδιώκουσα, γεωμετρία δὲ τὴν κατ’ ἀναλογίαν ἰσότητα περιποιοῦσα, τὸ δὲ ἐν ἡμῖν ἄρρυθμον καὶ ἄμετρον καὶ ἐκμελὲς ῥυθμῷ καὶ μέτρῳ καὶ μέλει διὰ μουσικῆς ἀστείου θεραπεύουσα, ῥητορικὴ δὲ τάς τε ἐν ἑκάστοις δεινότητας ἐξετάζουσα καὶ πᾶσιν τὴν πρέπουσαν ἑρμηνείαν ἐφαρμόζουσα, τονώσεις καὶ περιπαθήσεις καὶ ἔμπαλιν ἀνέσεις καὶ ἡδονὰς μετὰ στωμυλίας καὶ τῆς περὶ γλῶτταν καὶ τὰ φωνητήρια ὄργανα εὐπραγίας περιποιοῦσα.