εὖ μέντοι καὶ τὸ φάναι „κατέπαυσεν“, οὐχὶ "ἐπαύσατο"· παύει μὲν γὰρ τὰ δοκοῦντα ποιεῖν οὐκ ἐνεργοῦντα, οὐ παύεται δὲ ποιῶν αὐτός. διὸ καὶ ἐπιφέρει "κατέπαυσεν ὧν ἤρξατο"· ὅσα μὲν γὰρ ταῖς ἡμετέραις τέχναις δημιουργεῖται, τελειωθέντα ἵσταται καὶ μένει, ὅσα δὲ ἐπιστήμῃ θεοῦ, περατωθέντα πάλιν κινεῖται· τὰ γὰρ τέλη αὐτῶν ἑτέρων εἰσὶν ἀρχαί, οἷον ἡμέρας τέλος νυκτὸς ἀρχή, καὶ μῆνα δὲ καὶ ἐνιαυτὸν ἐνισταμένους πέρατα δήπου τῶν ἐξηκόντων ὑποληπτέον· 1 ἀνομολογῆσθαι F, ἄν ὁμολογεῖσθαι coni. Wendl. λέγοιτ’ ἄν—κόσμος om. L 2 ὁ κόσμος P συνέστηκε FL 5 τὸν] τῶν MAP ἡμίσει] δευτέρῳ Arm 6 καὶ ante ἀπὸ om. UF 7 ἓν om. UFL ἀσωματότητα] σῶμα ἰσότητα UFL ὅτι om. UFL ἡ] ἡ F, ὃ UL τῆς μὲν UFL 8 ἐκείνη] θνητοί UF, θνητή L 9 ὅτιπερ UFL (cf. p. 11,9): ὅτι MAP διαιρετόν covr. Turn.: διαιρετέον codd. 10 ἐξαχῇ] ἐξ ἀρχῆς UL 11 καὶ om. (bis) UFL 12 οὖν] γοῦν UFL 13 συμβάντα U 14 παραμετρῶν MAPArm: καταμετρῶν UL, κατὰ μερῶν F 14. 15 ἑβδομάδι. πρῶτον οὖν (γοῦν coni. Wendl.) UFL: ἑβδομάδι πρώτη ἑβδομάδι P fortasse locus gravius corruptus est. 15 ἑβδόμῃ δὲ vel καὶ ἑβδόμῃ Arm ut vid. 16 διατυπώσεως M: διατυπώσεων ceteri 19 μέντοι] μέν U καὶ om. UFL 21 καὶ om. L 22 ante τελειωθέντα add. ταῦτα UFL (probat Wendl.) 23 περατωθέντα scripsi: περαιωθέντα codd. 25 πέρατα δήπου τῶν ἐξηκόντων Diels: πέρατα δήπου ἐξ οὐκ ὄντων Arm, πέρατα δὴ τούτων ἐξ οὐκ ὄντων MAP, ἀρχὴν δήπου τῶν ἑξῆς ἰόντων UFL ὑποτοπητέον UFL γένεσίς τε αὖ φθειρομένων ἑτέρων καὶ φθορὰ γεννωμένων ἄλλων ἀποτελεῖται, ὥστε ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν. χαίρει δὲ ἡ φύσις ἑβδομάδι· πλάνητές τε γὰρ ἑπτὰ γεγόνασιν, ἀντίρροποι τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ φορᾷ· καὶ ἄρκτος ἑπτὰ ἄστροις συμπληροῦται, κοινωνίας καὶ ἑνώσεως ἀνθρώπων, οὐκ ἐπιμιξίας αὐτὸ μόνον, οὖσα αἰτία· καὶ τροπαὶ δὲ σελήνης ἑβδομάσι γίνονται, συμπαθεστάτου πρὸς τὰ ἐπίγεια ἄστρου, καὶ ἃς κατὰ τὸν ἀέρα μεταβολὰς ἐργάζεται, μάλιστα τοῖς καθ’ ἑβδομάδα σχηματισμοῖς ἀποτελεῖ. τά γε μὴν θνητὰ σπάσαντα ἀπ’ οὐρανοῦ θείαν ἀρχὴν καθ’ ἑβδομάδα σωτηρίως κινεῖται· τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν βρεφῶν τὰ μὲν ἑπτάμηνα γόνιμα, τὰ δὲ πλείω χρόνον προσλαβόντα, ὡς ὀκτὼ μῆνας ἐνδιαιτηθῆναι γαστρί, κατὰ τὸ πλεῖστον ἄγονα; λογικόν τέ φασιν ἄνθρωπον κατὰ τὴν πρώτην ἑπταετίαν γίνεσθαι, ὅτε ἤδη ἱκανός ἐστιν ἑρμηνεὺς εἶναι τῶν συνήθων ὀνομάτων καὶ ῥημάτων τὴν λογικὴν ἕξιν περιπεποιημένος, κατὰ δὲ τὴν δευτέραν ἑπταετίαν ἄκρως τελειοῦσθαι· τελείωσις δέ ἐστι δύναμις τῆς τοῦ ὁμοίου σπορᾶς· περὶ γὰρ τὴν τετταρεσκαιδεκαετῆ ἡλικίαν τὸ ὅμοιον γεννᾶν δυνάμεθα· τρίτη πάλιν ἑπταετία πέρας ἐστὶν αὐξήσεως· ἄχρι γὰρ ἑνὸς καὶ εἴκοσιν ἐτῶν ἐπιδίδωσιν εἰς μέγεθος ἄνθρωπος, καὶ καλεῖται παρὰ πολλοῖς ὁ χρόνος οὗτος ἀκμή.