ψυχῆς γε μὴν τὸ ἄλογον ἑπταμερές, αἰσθήσεις πέντε καὶ φωνητήριον ὄργανον καὶ τὸ 1 γενέσεις MAP τε αὖ] γὰρ Arm φθειρομένων τε αὖ γένεσις transp. DFL γενομένων U 2 ὤστ’ U 3 δ’] μὲν MAP, om. UFLArm γινομένων codd. 4 δὲ MAP πρὸς ἄλλου Nauck 6 τε γὰρ om. UFL, τε om. Arm 7 κατὰ τὰ αὑτὰ MAUArm: κατ’ αὐτὰ FL φθορᾶ UArm 9 αὐτὸ] αὐτοῦ FL, αὐτῶν Turn. οὖσα αἰτία] ἕνεκα Arm 10 συμπαθέστατα Arm τοῦ πρὸς UF τοῦ ἄστρου ν, τοῦ om. codd., σημαινούσης (pro ἄστρου) Arm ut vid. 11 κατὰ UFL 12 post θνητὰ add. ὡς ἔφην ἅπαντα (πάντα U) UFL σπάσαντα MA: σπῶντα ceteri ἀπὸ U θειοτέραν UFL κατὰ UFL 14 ἑπταμηνιαῖα UFL 15 ἐνδιαιτηθῆναι] ἐμπλησθῆναι ἐν Arm ἄγονα] ἀγῶνα FL τέ] δέ UFL 16 γίγνεσθαι FL, om. Arm 17 τὴν om. v 17. 18 περιπεποιημένος MA: περιποιούμενος UFL, περιπεποιημένων Arm 18 δευτέραν] ἑτέραν L 19 δύναμις om. Arm σπορᾶς] φορᾶς MA γὰρ] δὲ MAArm τετταρεσκαιδεκαετῆ M: τετταρεσκαιδεκάτην U, τεσσαρεσκαιδεκάτην AFLArm, τεσσαρεσκαίδεκ᾿ ἐτῶν coni. Diels 22 παρὰ πολλοῖς om. Arm γε μὴν] μὲν οὖν UFL 23 καὶ ante τὸ om. Α 3 Eur. fr. 839 v. 1214 διῆκον ἄχρι παραστατῶν, ὃ δὴ γόνιμόν ἐστι. πάλιν αὖ σώματος ἑπτὰ κινήσεις, ὀργανικαὶ μὲν ἕξ, ἑβδόμη δὲ ἡ κύκλῳ. σπλάγχνα γε μὴν ἑπτά· στόμαχος, καρδία, σπλήν, ἧπαρ, πνεύμων, νεφροὶ δύο. μέλη δὲ σώματος ὁμοίως ἰσάριθμα· κεφαλή, τράχηλος, στέρνον, χεῖρες, κοιλία, ἦτρον, πόδες. τό τε ἡγεμονικώτατον τοῦ ζῴου πρόσωπον ἑπταχῆ κατατέτρηται, δυσὶν ὀφθαλμοῖς καὶ ὠσὶ δυσίν, ἴσοις μυκτῆρσιν, ἑβδόμῳ στόματι. αἵ τε ἀποκρίσεις ἑπτά· δάκρυα, μύξαι, σίελος, σπέρμα, διττοὶ περιττωμάτων ὀχετοί, καὶ δι’ ὅλου τοῦ σώματος ἱδρώς. ἔν γε μὴν ταῖς νόσοις κριτικωτάτη ἑβδομάς. καὶ γυναιξὶ δὲ αἱ καταμήνιοι καθάρσεις ἄχρι ἑβδομάδος παρατείνουσιν. διελήλυθε δὲ ἡ δύναμις αὐτῆς καὶ ἐπὶ τὰς ὠφελιμωτάτας τῶν τεχνῶν· ἐν γοῦν γραμματικῇ τὰ ἄριστα τῶν στοιχείων καὶ πλείστην δύναμιν ἔχοντα ἑπτά ἐστιν ἀριθμῷ, τὰ φωνήεντα· κατά τε μουσικὴν ἡ ἑπτάχορδος λύρα πάντων σχεδὸν ὀργάνων ἀρίστη, διότι τὸ ἐναρμόνιον, ὃ δὴ τῶν μελῳδουμένων γενῶν ἐστι τὸ σεμνότατον, κατ’ αὐτὴν μάλιστά πως θεωρεῖται· τάς τε τῶν φθόγγων τάσεις ἑπτὰ εἶναι συμβέβηκεν, ὀξύν, βαρύν, περισπώμενον, δασύν, ψιλόν, μακρόν, βραχύν. ἔτι πρῶτός ἐστιν ἀπὸ τελείου τοῦ ἓξ καὶ μονάδι κατά τινα λόγον ὁ αὐτός. οἵ τε ἐντὸς δεκάδος ἀριθμοὶ ἢ γεννῶνται ἢ γεννῶσι τοὺς ἐντὸς δεκάδος καὶ αὐτήν, ἡ δὲ ἑβδομὰς οὔτε γεννᾷ τινα τῶν ἐντὸς δεκάδος ἀριθμῶν οὔτε γεννᾶται ὑπό τινος. παρὸ μυθεύοντες οἱ Πυθαγόρειοι τῇ ἀειπαρθένῳ καὶ ἀμήτορι αὐτὴν ἀπεικάζουσιν, ὅτι οὔτε ἀπεκυήθη οὔτε ἀποτέξεται.