καὶ μὴν τό γε θυμικώτατον ζῷον ἵππος ῥᾳδίως [ἄγεται] χαλιναγωγηθείς, ἵνα μὴ σκιρτῶν ἀφηνιάζῃ, καὶ τὰ νῶτα κοιλάνας εὖ μάλα πρὸς τὸ εὔεδρον δέχεται τὸν ἔποχον καὶ μετέωρον ἀναβαστάσας ὀξύτατα θεῖ σπουδάζων, εἰς οὓς ἂν ἐπείγηται γίνεσθαι τόπους ἐκεῖνος, ἀφικνεῖσθαι καὶ διακομίζειν· ὁ δ’ ἐφιδρυμένος ἄνευ καμάτων κατὰ πολλὴν ἡσυχίαν ἑτέρου σώματι καὶ ποσὶν ἀνύτει τὸν δρόμον. πολλὰ δ’ ἂν ἔχοι τις λέγειν ἕτερα βουλόμενος ἀπομηκύνειν εἰς ἔνδειξιν τοῦ μηδὲν ἀπελευθεριάζειν ὑπεξῃρημένον τῆς ἀνθρώπου ἡγεμονίας· δείγματος δ’ ἕνεκα καὶ τὰ ῥηθέντα ἀρκεῖ. χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν ὅτι οὐ παρ’ ὅσον ὕστατον γέγονεν ἄνθρωπος διὰ τὴν τάξιν ἠλάττωται. μάρτυρες δ’ ἡνίοχοι καὶ κυβερνῆται· οἱ μὲν γὰρ ὑστερίζοντες τῶν ὑποζυγίων καὶ κατόπιν αὐτῶν ἐξεταζόμενοι ᾗ ἂν ἐθέλωσιν αὐτὰ ἄγουσι τῶν ἡνιῶν ἐνειλημμένοι καὶ τοτὲ μὲν ἐφιέντες πρὸς ὀξὺν δρόμον τοτὲ δ’ ἀναχαιτίζοντες, εἰ φορᾷ τοῦ 1 ἀλκαί τε om. F 2 δεσπότας ABP 3 δρῶσιν V ταῦροι] βόες Cbristophorson (Mang.) μὲν γὰρ M 4 ἄροτον Markland (Mang.): ἄροτρον codd. ἀνα ἀνατεμόντες F, κατατέμνοντες Α, κατατέμνοντες P, ἀνατέμνονται Η δι’ ἡμέρας] νυκτὸς καὶ ἡμέρας M ἔστιν V 5 καὶ νυκτὸς addidi μακρὸν] πόνον M δολιχὸν VM 6 Κρεῖοί V βρείθοντες V μαλοῖς MH ὑπόποκοι] καὶ πόκοις M 7 ἢ καὶ VFG: ἢ om. ceteri κατακλινέντες VFG: κατακλίνοντες MH, κατακλιθέντες ABP 8 ἀποκείρεσθαι H ἔριον] ἔργον ABP1 ἐθιζόμεναι H εἰς αἱ πόλεις] αἰπόλοις G 9 τῶ φύσει βασιλεῖ VM: τῶ βασιλεῖ φύσει ceteri 10 ἄγεται seclusi χαλιναγωγηθείς VM: χαλινωθείς ceteri 12 θεῖ] σεῖ V 13 γίνεσθαι om. MABP (fort. recte) διακομίζει M δ’ V: δὲ ceteri 14 ἐφειδρυμένος V 15 ἀνύττει V: ἀνύει M, ἐξανύτει G, ἐξανύττει ABP, ἐξανύει FH ἔχη H, ἔχοι L ἕτερα λέγειν ABP 16. 17 ὑφεξηρημένον V 18 ἐκεῖν’ ABP ὕστατος M, ὕστερον Β 19 post ἄνθρωπος add. τῆς τοῦ κόσμου γενέσεως M 20 γὰρ om. V ὑστερίζονται H 21 ᾖ ἄν] ἡ ἐὰν V, ἐὰν (om. ᾗ) M θέλωσιν MABPG ἄγουσιν V ἡνίων VM εἰλημμένοι H 22 ἀναχετίζοντες VABP εἰ]ὡς μὴ M εἰσφορὰ Β, εἰ(??)φορᾶ δέοντος πλείονι θέοι· οἱ δ’ αὖ κυβερνῆται πρὸς τὸ τῆς νεὼς ἔσχατον χωρίον πρύμναν παρελθόντες πάντων ὡς ἔπος εἰπεῖν εἰσιν ἄριστοι τῶν ἐμπλεόντων, ἅτε τῆς νεὼς καὶ τῶν ἐν αὐτῇ τὴν σωτηρίαν ἐν χερσὶ ταῖς αὑτῶν ἔχοντες. ἡνίοχον δή τινα καὶ κυβερνήτην ἐφ’ ἅπασιν ὁ ποιητὴς ἐδημιούργει τὸν ἄνθρωπον, ἵνα ἡνιοχῇ καὶ κυβερνᾷ τὰ περίγεια ζῴων καὶ φυτῶν λαβὼν τὴν ἐπιμέλειαν οἷά τις ὕπαρχος τοῦ πρώτου καὶ μεγάλου βασιλέως. Ἐπεὶ δ’ ὁ σύμπας κόσμος ἐτελειώθη κατὰ τὴν ἑξάδος ἀριθμοῦ τελείου φύσιν, τὴν ἐπιοῦσαν ἡμέραν ἑβδόμην ἐσέμνυνεν ὁ πατὴρ ἐπαινέσας καὶ ἁγίαν προσειπών· ἑορτὴ γὰρ οὐ μιᾶς πόλεως ἢ χώρας ἐστὶν ἀλλὰ τοῦ παντός, ἣν κυρίως ἄξιον καὶ μόνην πάνδημον ὀνομάζειν καὶ τοῦ κόσμου γενέθλιον. τὴν δ’ ἑβδομάδος φύσιν οὐκ οἶδ’ εἴ τις ἱκανῶς ἂν ὑμνῆσαι δύναιτο παντὸς οὖσαν λόγου κρείττονα· οὐ μὴν ὅτι θαυμασιωτέρα τῶν περὶ αὐτῆς λεγομένων ἐστί, διὰ τοῦθ’ ἡσυχαστέον, ἀλλ’ ἐπιτολμητέον, εἰ καὶ μὴ πάντα μηδὲ τὰ κυριώτατα οἷόν τε, τὰ γοῦν ταῖς ἡμετέραις διανοίαις ἐφικτὰ δηλῶσαι.