<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="66"><p> διὸ  <milestone unit="altpage2" n="p. 15 M."/> τῶν ἐμψύχων πρώτους ἐγέννησεν ἰχθύας πλέον μετέχοντας σωματικῆς ἢ ψυχικῆς οὐσίας, τρόπον τινὰ ζῷα καὶ οὐ ζῷα, κινητὰ
<note xml:lang="mul" type="footnote"><lb/>1 νήχεσθαι F
<lb/>2 προσκεχυμένας M ἄκρας ἢ] ἀκραγῆ V ἐκτρέπεσθαι ABP 
<lb/>3 post δὲ add. ἀφρῶ τε καὶ MABP
<lb/>4 συνεχέσιν V καὶ om. F φθορὰν L ἀνωθοῦντα MABP: ἀντανωθοῦντα V, ἀντωθοῦντα FGH 4.
<lb/>5 κραταιότερά ἐστι (τε om.) H, κρατερά τ’ ἐστὶ F, κρατερώτερά ἐστι L
<lb/>5 ἐστιν V post δὲ add. ἑκάτερα νηκτὰ M
<lb/>7 εἰδέαν V ἀτελῆ VM: ὡς ἀτελῆ ceteri 
<lb/>8 ἴδη δ’] καὶ δι’ M δύο γένη Β
<lb/>10 ὑπελέλειπτο P2F2GH, ὑπελείπετο M 
<lb/>12 τὰ προσταχθέντα G: τὸ προσταχθὲν ceteri post αὐτίκα add. ποιεῖ καὶ εὐθὺς MABP ἀνείησι V, ἄνεισι M
<lb/>15 παγκάλως MABP, πᾶν καλῶ V καὶ τῶ G
<lb/>16 ψυχὴ MABP
<lb/>18 κατὰ τὰ πάντα AP 18.
<lb/>19 τῷ] τῆ VMFGH (utroque loco)
<lb/>19 τῶν om. M
<lb/>20 ἐστιν V δὲ τῆς] δὲ τοῖς M
<lb/>21 πρῶτον M ἰχθύας V: ἰχθῦς ceteri
<lb/>22 καὶ om. V ἀκίνητα M</note>  

<pb n="v.1.p.22"/>
ἄψυχα, πρὸς αὐτὸ μόνον τὴν τῶν σωμάτων διαμονὴν παρασπαρέντος
αὐτοῖς τοῦ ψυχοειδοῦς, καθάπερ φασὶ τοὺς ἅλας τοῖς κρέασιν, ἵνα μὴ
ῥᾳδίως φθείροιντο· μετὰ δὲ τοὺς ἰχθύας τὰ πτηνὰ καὶ χερσαῖα· ἤδη
γὰρ ταῦτα αἰσθητικώτερα καὶ διὰ τῆς κατασκευῆς ἐμφαίνοντα τρανοτέρας
τὰς τῆς ψυχώσεως ἰδιότητας· ἐπὶ δὲ πᾶσιν, ὡς ἐλέχθη, τὸν ἄνθρωπον, <lb n="5"/>
ᾧ νοῦν ἐξαίρετον ἐδωρεῖτο, ψυχῆς τινα ψυχὴν καθάπερ κόρην ἐν ὀφθαλμῷ·
καὶ γὰρ ταύτην οἱ τὰς φύσεις τῶν πραγμάτων ἀκριβέστερον ἐρευνῶντες ὀφθαλμοῦ λέγουσιν ὀφθαλμὸν εἶναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="67"><p><milestone unit="altref" n="22"/> Τότε μὲν οὖν ἅμα πάντα συνίστατο. συνισταμένων δ’ ὁμοῦ
πάντων, ἡ τάξις ἀναγκαίως λόγῳ ὑπεγράφετο διὰ τὴν ἐσομένην αὖθις <lb n="10"/>
ἐξ ἀλλήλων γένεσιν. ἐν δὲ τοῖς κατὰ μέρος γινομένοις τάξις ἥδ’ ἐστίν,
ἄρχεσθαι μὲν ἀπὸ τοῦ φαυλοτάτου τὴν φύσιν, λήγειν δ’ εἰς τὸ πάντων
ἄριστον· τί δὲ τοῦτ’ ἐστί, δηλωτέον. τὸ σπέρμα τῶν ζῴων γενέσεως
ἀρχὴν εἶναι συμβέβηκε· τοῦθ’ ὡς ἔστι φαυλότατον ἐοικὸς ἀφρῷ, θεωρεῖται·
ἀλλ’ ὅταν εἰς τὴν μήτραν καταβληθὲν στηρίσῃ, κίνησιν εὐθὺς <lb n="15"/>
λαβὸν εἰς φύσιν τρέπεται· φύσις δὲ βέλτιον σπέρματος, ἐπεὶ καὶ κίνησις
ἠρεμίας ἐν γενητοῖς· ἡ δ’ οἷα τεχνίτης ἢ κυριώτερον εἰπεῖν ἀνεπίληπτος
τέχνη ζῳοπλαστεῖ τὴν μὲν ὑγρὰν οὐσίαν εἰς τὰ τοῦ σώματος μέλη καὶ
μέρη διανέμουσα, τὴν δὲ πνευματικὴν εἰς τὰς τῆς ψυχῆς δυνάμεις τήν
τε θρεπτικὴν καὶ τὴν αἰσθητικήν· τὴν γὰρ τοῦ λογισμοῦ τανῦν ὑπερθετέον <lb n="20"/>
διὰ τοὺς φάσκοντας θύραθεν αὐτὸν ἐπεισιέναι θεῖον καὶ ἀίδιον
 ὄντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="68"><p>οὐκοῦν ἤρξατο μὲν ἀπὸ σπέρματος εὐτελοῦς ἡ φύσις, ἔληξε δ’
εἰς τὸ τιμιώτατον, τὴν ζῴου καὶ ἀνθρώπου κατασκευήν. ταὐτὸ δὴ τοῦτο
καὶ ἐπὶ τῆς τοῦ παντὸς γενέσεως συμβέβηκεν· ἡνίκα γὰρ ζῷα διαπλάττειν
ἔδοξε τῷ δημιουργῷ, τὰ μὲν πρῶτα τῇ τάξει φαυλότερά πως <lb n="25"/>
ἦν, ἰχθύες, τὰ δ’ ὕστατα ἄριστα, ἄνθρωποι, τὰ δ’ ἄλλα μέσα τῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 παρασπέροντος Β
<lb/>2 φησὶ M ἅλς τοῖς] ἀλέστοις M, ἅλς ἐν τοῖς V κρέασι V
<lb/>3 διαφθείροιντο ABP, διαφθείροιτο M ἰχθῦς FGH καὶ τὰ χερσαῖα ΑΒ ἤδει F
<lb/>4 ταῦτά γε FGH τρανωτέρας ABP, τρανοτέρας om. Η 
<lb/>5 ψυχώσεως] ψυχῆς F τὸ ἀνθρώπινον F2G
<lb/>6 ὧν οὖν V ψυχῆς VM: ψυχὴ ceteri κόριν V
<lb/>9 συνίσταντο MABP
<lb/>10 ἀναγκαίῳ H 
<lb/>11 ἥδε γ’ ἐστίν FGH
<lb/>13 τῷ ζῴῳ coni. Wendl.
<lb/>14 συμβέβηκεν V ἔστιν V
<lb/>15 στηρίσει V: ἐνστήριξιν ἢ M, ἐνστηρίσῃ ceteri, ἐνστηριχθῇ coni. Mang.
<lb/>16 λαβών V βέλτιον M, βέλτιον V: βελτίων ceteri σπέρματος βελτίων Β
<lb/>17 γεννητοῖς ABP post γενητοῖς add. γενητόν M, γεννητόν ABP ἡ δ’ οἷα] ἢ οἷα ἐνεργεῖ Μ τεχνῖτις G, τέχνη τίς V 18.
<lb/>19 μέρη καὶ μέλη MBFG
<lb/>19 διανεμοῦσι V
<lb/>20 τε om. MABP1
<lb/>21 ἐπεἰσιναι V 
<lb/>23 τημιώτατον V τὴν τοῦ ζώου MFL ταῦτα δὴ ταῦτα M
<lb/>24 ζῷα om. Η
<lb/>20 ὕστερα M</note>  

<pb n="v.1.p.23"/>
ἄκρων, ἀμείνω μὲν τῶν προτέρων, χείρω δὲ τῶν ἑτέρων, χερσαῖα καὶ
πτηνά. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="69"><p><milestone unit="altref" n="23"/> μετὰ δὴ τἆλλα πάντα, καθάπερ ἐλέχθη, τὸν ἄνθρωπόν φησι γεγενῆσθαι κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν (Gen. 1,26)· πάνυ καλῶς,
ἐμφερέστερον γὰρ οὐδὲν γηγενὲς ἀνθρώπου θεῷ. τὴν δ’ ἐμφέρειαν
<lb n="5"/> μηδεὶς εἰκαζέτω σώματος χαρακτῆρι· οὔτε γὰρ ἀνθρωπόμορφος ὁ θεὸς
 οὔτε θεοειδὲς τὸ ἀνθρώπειον  <milestone unit="altpage2" n="p. 16 Μ."/> σῶμα. ἡ δὲ εἰκὼν λέλεκται κατὰ τὸν
τῆς ψυχῆς ἡγεμόνα νοῦν· πρὸς γὰρ ἕνα τὸν τῶν ὅλων ἐκεῖνον ὡς ἂν
ἀρχέτυπον ὁ ἐν ἑκάστῳ τῶν κατὰ μέρος ἀπεικονίσθη, τρόπον τινὰ θεὸς
ὢν τοῦ φέροντος καὶ ἀγαλματοφοροῦντος αὐτόν· ὃν γὰρ ἔχει λόγον ὁ
<lb n="10"/> μέγας ἡγεμὼν ἐν ἅπαντι τῷ κόσμῳ, τοῦτον ὡς ἔοικε καὶ ὁ ἀνθρώπινος
νοῦς ἐν ἀνθρώπῳ· ἀόρατός τε γάρ ἐστιν αὐτὸς τὰ πάντα ὁρῶν καὶ ἄδηλον
ἔχει τὴν οὐσίαν τὰς τῶν ἄλλων καταλαμβάνων· καὶ τέχναις καὶ
ἐπιστήμαις πολυσχιδεῖς ἀνατέμνων ὁδοὺς λεωφόρους ἁπάσας διὰ γῆς
ἔρχεται καὶ θαλάττης τὰ ἐν ἑκατέρᾳ φύσει διερευνώμενος·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="70"><p>καὶ πάλιν <lb n="15"/> πτηνὸς ἀρθεὶς καὶ τὸν ἀέρα καὶ τὰ τούτου παθήματα κατασκεψάμενος
ἀνωτέρω φέρεται πρὸς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους, πλανήτων τε
καὶ ἀπλανῶν χορείαις συμπεριποληθεὶς κατὰ τοὺς μουσικῆς τελείας
νόμους, ἑπόμενος ἔρωτι σοφίας ποδηγετοῦντι, πᾶσαν τὴν αἰσθητὴν οὐσίαν
<note xml:lang="mul" type="footnote"><lb/>1 μὲν οὖν ABP ἑτέρων V: ὑστέρων ceteri
<lb/>2 τὰ ἄλλα R καθάπερ ἐλέχθη om. R φησὶ post γενέσθαι transp. G
<lb/>3 γεγενῆσθαι κατ’ εἰκόνα θεοῦ VM (cf. D): γενέσθαι κατ’ εἰκόνα θεοῦ GR, κατ’ εἰκόνα θεοῦ γενέσθαι F, κατ’ εἰκόνα γενέσθαι θεοῦ ABP, κατ’ εἰκόνα γενέσθαι (om. θεοῦ) H καθ’ om. D
<lb/>4 ἐμφανέστερον ABP δὲ RD
<lb/>5 χαρακτῆρσιν ABP, χαρακτῆρι om. D οὐ γὰρ B, ὁ om. DM
<lb/>6 οὔτε δὲ M ἀνθρώπειον V: ἀνθρώπινον ceteri, ἀνθρώπου D δ’ MABP λέγεται R
<lb/>7 ἕνα—ἐκεῖνον] ἐν αὐτῶ τὸν ὅλον ἐκίνει M ο τὸν om. BDM ἐκείνων G, ἐκείνων H, ἐκεῖνα DM ἐκεῖνον <add>νοῦν</add> Wendl. ἄν om. M
<lb/>8 ὁ] ὃ P, ὧ G, ὡς M, ὃν DM, ὁ om. DL ἓν ἕκαστον DL ἐξεικονίσθη Β
<lb/>9 post ὢν add. καὶ ἡνίοχος D αὐτὸν καὶ ἀγαλματοφοροῦντος transp. D
<lb/>10 παντὶ D ἔοικεν VDM ἀνθρώπινος om. D
<lb/>11 ἀνθρώπῳ] τῷ σώματι D τε om. D αὐτὸς om. M τὰ πάντα VD: ἅπαντα M, πάντα ceteri
<lb/>12 ἔχων DL καὶ ante τέχναις om. M
<lb/>13 πολυσχεδεῖς VMF διατέμνων ABP
<lb/>14 θαλάσσης M
<lb/>15 κατασκευασάμενος FG 
<lb/>16 οὐρανοῦ V: τοῦ οὐρανοῦ M, οὐρανίους ceteri τε om F
<lb/>17 χορείας H συμπεριπλανηθεὶς M τοὺς τῆς μουσικῆς ABPH τελείας V (Markland): τελείους ceteri</note> <note xml:lang="mul" type="footnote">2—7 μετὰ—νοῦν R fol. 90v 2—12 Dm fol. 15r et Dl fol. 21r et ἐκ τῆς κατὰ Μωσέα κοσμοποιίας: μετὰ πάντα τὸν ἄνθρωπον γεγενῆσθαί φησιν ἡ κατ’ εἰκόνα θεοῦ—ἄδηλον ἔχει τὴν οὐσίαν.</note>  

<pb n="v.1.p.24"/>
 ὑπερκύψας, ἐνταῦθα ἐφίεται τῆς νοητῆς·</p></div></div></body></text></TEI>