<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="51"><p>πρὸς δὲ τούτοις οὐδ’ ἐκεῖνο ἀγνοητέον, ὅτι πρῶτος
ἀριθμῶν ὁ τέτταρα τετράγωνός ἐστιν ἰσάκις ἴσος, μέτρον δικαιοσύνης καὶ
ἰσότητος, καὶ ὅτι μόνος ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε
γεννᾶσθαι, συνθέσει μὲν ἐκ δυοῖν καὶ δυοῖν, δυνάμει δὲ πάλιν ἐκ τοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 δεχθῆναι V
<lb/>2 ἔδειξεν V
<lb/>4 σημεῖον V: εἶναι σημεῖον ceteri 
<lb/>5 διότι—γραμμή VF2G: διότι φύσει ἐκ (διὰ M) σημείου συνίσταται ἡ γραμμή MABP, om. F1G δ’ ἐστὶ V: δέ ἐστι ceteri προσγινομένου BG
<lb/>7 ἐπιφανείᾳ scripsi: ἐπιφάνειαι V, ἐπιφάνεια ceteri τοῦ ocq. F
<lb/>8 δεῖ (corr. ex δὴ) V: δέεται M, δεῖται ceteri οὗ προστεθέντος coni. Wendl. τῇ τριάδι M
<lb/>9 ὃς] ὡς Μ
<lb/>10 ἡμᾶς εἰς ἔννοιαν Η
<lb/>11 τοῦ Wendl.: τῇ codd. συνεὶς V: συνιεὶς ceteri τὸ λεγόμενον om. M
<lb/>12 εἴσεται] εὑρεταὶ (sic) M οἱ τὰ κάρυα παίζοντες MABP
<lb/>13 κάρυα προτιθέντες VR: προτιθέντες κάρυα FGP, προστιθέντες κάρυα Η, κάρυα ante τρία transp. M, κάρυα om. ΑΒ
<lb/>14 ἐν om. V 14.
<lb/>15 τὸ ἐπιτεθὲν δὲ G
<lb/>15 σχήμασι VMFG: σχήματι ceteri 15.
<lb/>16 στερρὸν Η
<lb/>16 οὐδ’] οὐδὲ Μ, οὐκ V
<lb/>17 ὁ τέτταρα] ὅτι πάρα V ἰσάκις ἴσος] ἱκανὸς ἰσάκις ἴσοις V, ἴσος om. ΑBP1 μέτρον FGH: ἰσόμετρον V, ὃ ἰσόμετρον καὶ MABP
<lb/>18 πέφυκεν V</note> <note xml:lang="mul" type="footnote">12—16 οἱ καρυατίζοντες—σῶμα R fol. 89v, tum pergit: ἔστι δὲ ὁ τούτων ἰσάκις καὶ ἴσος καὶ ὡσανεὶ ἠμιόλιος, μέτρον τε ἰσότητος ἔχων μηδὲν διαφέρον τῶν πλανητῶν. ἀλλὰ τίς δύναται τὴν ἀκριβεστέραν κατάληψιν ἰχνηλατῆσαι τῶν δεδημιουργημένων; 16—17,2 loann. Lyd. de mens. II c. 8: περὶ δὲ τοῦ κατ’ ἀριθμὸν ἀξιώματος ὁ ἀριθμὸς τετράγωνός ἐστι· μόνος γὰρ ἰσάκις ἴσος ἰσομερὴς ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, σύνθεσιν μὲν οὑν ἐκ δυεῖν καὶ δυεῖν, δύναμιν δὲ ἐκ τοῦ δὶς δύο, πάγκαλόν τι συμφωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων ἀριθμῶν συμβέβηκεν.</note>  

<pb n="v.1.p.17"/>
δὶς δύο, πάγκαλόν τι συμφωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων
ἀριθμῶν συμβέβηκεν· αὐτίκα γοῦν ὁ ἓξ συντιθέμενος ἐκ δυοῖν τριάδων
οὐκέτι γεννᾶται πολυπλασιασθεισῶν, ἀλλ’ ἕτερος, ὁ ἐννέα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="52"><p>πολλαῖς δὲ καὶ ἄλλαις κέχρηται δυνάμεσι τετράς, ἃς ἀκριβέστερον καὶ ἐν τῷ περὶ
<lb n="5"/> αὐτῆς ἰδίῳ λόγῳ προσυποδεικτέον. ἀπόχρη δὲ κἀκεῖνο προσθεῖναι, ὅτι
καὶ τῇ τοῦ παντὸς οὐρανοῦ τε καὶ κόσμου γενέσει γέγονεν ἀρχή· τὰ
γὰρ τέτταρα στοιχεῖα, ἐξ ὧν τόδε τὸ πᾶν ἐδημιουργήθη, καθάπερ ἀπὸ
πηγῆς ἐρρύη τῆς ἐν ἀριθμοῖς τετράδος· καὶ πρὸς τούτοις αἱ ἐτήσιοι ὧραι
τέτταρες αἱ ζῴων καὶ φυτῶν αἴτιαι γενέσεως, τετραχῆ τοῦ ἐνιαυτοῦ
<lb n="10"/> διανεμηθέντος εἰς χειμῶνα καὶ ἔαρ καὶ θέρος καὶ μετόπωρον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="53"><p><milestone unit="altref" n="17"/> Τοσαύτης οὖν ἀξιωθέντος ἐν τῇ φύσει προνομίας τοῦ λεχθέντος ἀριθμοῦ, κατὰ τὸ ἀναγκαῖον ὁ ποιητὴς διεκόσμει τὸν οὐρανὸν
τετράδι παγκάλῳ καὶ θεοειδεστάτῳ κόσμῳ τοῖς φωσφόροις ἄστροις· εἰδώς
 τε ὅτι τῶν ὄντων ἄριστον τὸ φῶς ἐστιν,  <milestone unit="altpage2" n="p. 12 M."/> ὄργανον αὐτὸ τῆς ἀρίστης τῶν
<lb n="15"/> αἰσθήσεων ὁράσεως ἀπέφαινεν· ὅπερ γὰρ νοῦς ἐν ψυχῇ, τοῦτ’ ὀφθαλμὸς
ἐν σώματι· βλέπει γὰρ ἑκάτερος, ὁ μὲν τὰ νοητά, ὁ δὲ τὰ αἰσθητά·
χρεῖος δὲ ὁ μὲν νοῦς ἐπιστήμης εἰς τὸ γνωρίσαι τὰ ἀσώματα, ὀφθαλμὸς
δὲ φωτὸς εἰς τὴν τῶν σωμάτων ἀντίληψιν, ὃ πολλῶν μὲν καὶ ἄλλων
ἀγαθῶν αἴτιον γέγονεν ἀνθρώποις, διαφερόντως δὲ τοῦ μεγίστου, φιλοσοφίας·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="54"><p><lb n="20"/> ὑπὸ γὰρ φωτὸς ἄνω παραπεμφθεῖσα ἡ ὅρασις καὶ κατιδοῦσα φύσιν ἀστέρων καὶ κίνησιν αὐτῶν ἐναρμόνιον, ἀπλανῶν τε καὶ πλανήτων
<note xml:lang="mul" type="footnote"><lb/>1 πᾶν καλόν V ἄλλων om. G
<lb/>2 συντεθειμένος MAP δυεῖν V 
<lb/>3 πολυπλασιασθείς ABP, πολλαπλασιασθείς Μ ἀλλ’ ὁ ἕτερος F2GH
<lb/>4 δυνάμεσι om. V ἡ τετράς MABP καὶ om. MABP
<lb/>5 ἰδίῳ λόγῳ] διαλόγῳ M, λόγω ἰδίω Β προσθεῖναι] δειχθῆναι Β
<lb/>6 καὶ τῆ V: καὶ ἡ M, τῆ (om. καὶ) ceteri γενέσει om. M
<lb/>7 τέσσαρα FGH
<lb/>8 πηγῆς] γῆς FG τετράδος ἐν ἀριθμοῖς Β τούτω M ἐτησίαι Η
<lb/>9 τέσσαρες ΜΗ αἳ Η αἴτιαι FGH: αἰτίαι ceteri
<lb/>10 μεθόπωρον V
<lb/>12 κατὰ τὸ ἀναγκαῖον V: κατ’ ἀναγκαῖον ceteri
<lb/>13 ἐν τετράδι Η φοσφόροις V
<lb/>14 ὄντων] νοητῶν V 
<lb/>15 αἰσθήσεως ὁράσεων V ἀπέφαινεν VF2GP: ἀπέφηνεν ceteri ἐν τῆ ψυχὴ ABP τοῦθ’ ὀφθαλμὸς V, τοῦτο ὁ ὀφθαλμὸς R
<lb/>16 τὰ ὄντα νοητὰ MABP1 δὲ VR: δ’ αὖ ceteri
<lb/>17 χρεῖος] χρήζει MABP μὲν om. Β γνωρίσαι] θεωρῆσαι (θε et ῆ in ras.) F ἀσώματα] σώματα R ὀφθαλμὸς R: ὀφθαλμοῖς ὀφθαλμοὶ ceteri
<lb/>18 τῶν σωματικῶν R
<lb/>19 γέγονεν αἴτιον Β, γέγονεν om. Η 
<lb/>20 πεμφθεῖσα Η ἡ om. MAP1
<lb/>21 ἀστέρων] αὐτῶν Β κίνησιν] κείνισιν V αὐτῶν] ἀστέρων Β ἐναρμόνιον αὐτῶν M ἐναρμονίαν FG πλανητῶν VM</note> <note xml:lang="mul" type="footnote">15—18 ὅπερ νοῦς—ἀντίληψιν R fol. Philonis opera vol. I 2</note>  

<pb n="v.1.p.18"/>
εὖ διατεταγμένας περιφοράς, τῶν μὲν κατὰ ταὐτὰ καὶ ὡσαύτως περιπολούντων,
τῶν δ’ ἀνομοίως τε καὶ ὑπεναντίως διτταῖς περιόδοις
χρωμένων, χορείας τε πάντων ἐμμελεῖς νόμοις τοῖς μουσικῆς τελείας
διακεκοσμημένας, ἄλεκτον ἐμπαρεῖχε τῇ ψυχῇ τέρψιν τε καὶ ἡδονήν·
ἡ δ’ ἑστιωμένη θεαμάτων ἐπαλλήλων, ἐξ ἑτέρων γὰρ ἦν ἕτερα, <lb n="5"/>
πολλὴν ἀπληστίαν εἶχε τοῦ θεωρεῖν· εἶθ’, οἷα φιλεῖ, προσπεριειργάζετο,
τίς ἡ τῶν ὁρατῶν δὴ τούτων οὐσία καὶ εἰ ἀγένητοι πεφύκασιν ἢ γενέσεως
ἔλαβον ἀρχὴν καὶ τίς ὁ τρόπος τῆς κινήσεως καὶ τίνες αἱ αἰτίαι
δι’ ὧν ἕκαστα οἰκονομεῖται· ἐκ δὲ τῆς τούτων ζητήσεως τὸ φιλοσοφίας
συνέστη γένος, οὗ τελειότερον ἀγαθὸν οὐκ ἦλθεν εἰς τὸν ἀνθρώπινον βίον. <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="55"><p><milestone unit="altref" n="18"/> πρὸς δὴ τὴν τοῦ νοητοῦ φωτὸς ἰδέαν ἐκείνην ἀπιδών, ἣ λέλεκται
κατὰ τὸν ἀσώματον κόσμον, ἐδημιούργει τοὺς αἰσθητοὺς ἀστέρας, ἀγάλματα
θεῖα καὶ περικαλλέστατα, οὓς ὥσπερ ἐν ἱερῷ καθαρωτάτῳ τῆς
σωματικῆς οὐσίας ἵδρυε τῷ οὐρανῷ, πολλῶν χάριν· ἑνὸς μὲν τοῦ φωσφορεῖν,
ἑτέρου δὲ σημείων, εἶτα καιρῶν τῶν περὶ τὰς ἐτησίους ὥρας, καὶ <lb n="15"/>
ἐπὶ πᾶσιν ἡμερῶν μηνῶν ἐνιαυτῶν, ἃ δὴ καὶ μέτρα χρόνου γέγονε καὶ
 τὴν ἀριθμοῦ φύσιν ἐγέννησεν.</p></div></div></body></text></TEI>