Ὁ μὲν οὖν ἀσώματος κόσμος ἤδη πέρας εἶχεν ἱδρυθεὶς ἐν τῷ θείῳ λόγῳ, ὁ δ’ αἰσθητὸς πρὸς παράδειγμα τούτου ἐτελειογονεῖτο. καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ δὴ καὶ πάντων ἄριστον, ἐποίει τὸν οὐρανὸν ὁ δημιουργός, ὃν ἐτύμως στερέωμα προσηγόρευσεν ἅτε σωματικὸν ὄντα· τὸ γὰρ σῶμα φύσει στερεόν, ὅτιπερ καὶ τριχῆ διαστατόν· στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντῃ διεστηκός; εἰκότως οὖν ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ τοῦτον στερέωμα ἐκάλεσεν. εἶτ’ εὐθέως οὐρανὸν προσεῖπεν αὐτὸν εὐθυβόλως καὶ πάνυ κυρίως, ἤτοι διότι πάντων ὅρος ἢ διότι πρῶτος τῶν ὁρατῶν ἐγένετο. ὀνομάζει δὲ καὶ ἡμέραν μετὰ τὴν γένεσιν αὐτοῦ δευτέραν, ὅλον ἡμέρας διάστημα καὶ μέτρον ἀνατιθεὶς οὐρανῷ διὰ τὴν ἐν αἰσθητοῖς ἀξίωσίν τε καὶ τιμήν. Μετὰ δὲ ταῦτ’ ἐπειδὴ τὸ σύμπαν ὕδωρ εἰς ἅπασαν τὴν γῆν ἀνεκέχυτο καὶ διὰ πάντων αὐτῆς ἐπεφοιτήκει τῶν μερῶν, οἷα σπογγιᾶς 1 ἀνεχώρησεν V Eus: ὑπεχώρησεν ceteri δὲ MABP 2 καὶ V Eus: τε καὶ ceteri κατὰ τἀναγκαῖον V: κατὰ τὸ ἀναγκαῖον ceteri, κατ’ ἀναγκαῖον Eus ἀπετελει τὸ V 3 ὁ ποιῶν] ὁ om. VM, καλῶς ποιῶν Eus ἐκάλεσεν V 4 ἢ] ἡ BP λέλεκται VF2G Eus: λέγεται F1H, οὕτως λέλεκται MABP 5 ἱδρυνθεὶς VF, sed in V litt. ν rursus deleta 6 δὲ FGH τούτων V ἐτελεσιουργεῖτο Christophorson, ἐτελειουργεῖτο Mang. 7 δὴ om. V Eus καὶ] κατὰ M 8 προσηγόρευσεν V Eus: προσηγόρευκεν ceteri 11 ἀντιθεὶς V Eus: ἀντιτιθεὶς ceteri ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ] αἰσθητῷ τὸν σωματοειδῆ M 12 στερέωμα] στερεὸν V Eus εὐθέως οὐρανὸν προσεῖπεν αὐτὸν V: εὐθέως οὐρὸν αὐτὸν M, αὐτὸν εὐθέως οὐρανὸν ceteri προσεῖπεν transp. post κυρίως 13 ὅρος] ὄαρος ἦν ABP, ὅρος ἦν ἤδη M ἢ διότι V: ἡ τι ceteri πρῶτος] μέρος V 15 μέτρῳ ἀντιτιθεὶς M 17 ταῦτα MABP ἐπεὶ δὲ R τὴν om. V 18 ἀνακέχυτο M καὶ—μερῶν om. R σπογγιὰ ἀναἀναπεπωκυῖα 7 Origenes in Genes. Hom. I 2 (t. VIII p. 107 Lomm.) Cum iam antea Deus fecisset caelum, nunc firmamentum facit; fecit enim caelum prius . . . post illud autem firmamentum facit id est corporeum caelum; omne enira corpus firmum est sine dubio et solidum. Euseb. Pr. Ev. XI 6,19 Πάλιν Μώσης τὸν οὐρανὸν ἐτύμως τῇ Ἑβραίων γλώσσῃ στερέωμα προσαγορεύει παρὰ τὸ πρῶτον εἶναι μετὰ τὴν ἀσώματον καὶ νοερὰν οὐσίαν τοῦδε τοῦ κόσμου στερεὸν καὶ αἰσθητὸν σῶμα. 17—12,6 ἐπεὶ δὲ—εἰς διαμονήν fol. 90r ἀναπεπωκυίας ἰκμάδα, ὡς εἶναι τέλματα καὶ βαθὺν πηλόν, ἀμφοτέρων τῶν στοιχείων ἀναδεδευμένων καὶ συγκεχυμένων τρόπον φυράματος εἰς μίαν ἀδιάκριτον καὶ ἄμορφον φύσιν, προστάττει ὁ θεὸς τὸ μὲν ὕδωρ ὅσον ἁλμυρὸν καὶ ἀγονίας αἴτιον ἔμελλεν ἔσεσθαι σπαρτοῖς καὶ δένδρεσιν ἐπισυναχθῆναι συρρυὲν ἐκ τῶν τῆς ἁπάσης γῆς ἀραιωμάτων, τὴν δὲ ξηρὰν ἀναφανῆναι, τῆς τοῦ γλυκέος νοτίδος ἐναπολειφθείσης εἰς διαμονὴν — κόλλα γάρ τίς ἐστιν ἡ μεμετρημένη γλυκεῖα νοτὶς τῶν διεστηκότων — καὶ ὑπὲρ τοῦ μὴ παντάπασιν ἀφαυανθεῖσαν αὐτὴν ἄγονον καὶ στεῖραν γενέσθαι καὶ ὅπως οἷα μήτηρ μὴ μόνον θάτερον εἶδος τροφῆς βρῶσιν ἀλλ’ ἑκάτερον ὡς ἂν ἐκγόνοις βρῶσίν τε καὶ πόσιν παρέχῃ· διὸ φλέβας μαστοῖς ἐοικυίας ἐπλημμύρει, αἳ στομωθεῖσαι ποταμοὺς καὶ πηγὰς ἔμελλον ἀναχεῖν. οὐδὲν δὲ ἧττον καὶ τὰς ἀφανεῖς ἐνίκμους διαφύσεις εἰς ἅπασαν τὴν ἀρετῶσαν καὶ βαθύγειον ἀπέτεινε πρὸς εὐφορίαν ἀφθονωτάτην καρπῶν. ταῦτα διαταξάμενος ὀνόματ’ αὐτοῖς ἐτίθετο, τὴν μὲν ξηρὰν καλῶν γῆν, τὸ δ’ ἀποκριθὲν ὕδωρ θάλασσαν. εἶτα διακοσμεῖν ἄρχεται τὴν γῆν· κελεύει γὰρ αὐτὴν χλοηφορεῖν καὶ σταχυηφορεῖν παντοίας βοτάνας ἀνιεῖσαν καὶ πεδία εὔχορτα καὶ πάνθ’ ὅσα χιλὸς μὲν κτήνεσιν, ἀνθρώποις δ’ ἔμελλεν ἔσεσθαι τροφή. προσέτι μέντοι καὶ τὰς δένδρων ἰδέας ἁπάσας ἀνέφυεν, οὐδὲν οὔτε τῶν τῆς ἀγρίας οὔτε τῶν τῆς ἡμέρου λεγομένης ὕλης παρείς. ἐβεβρίθει δὲ πάντα καρποῖς εὐθὺς ἅμα τῇ πρώτῃ γενέσει κατὰ τὸν ἐναντίον τρόπον ἢ τὸν νυνὶ καθεστῶτα.