Φησὶ δ’ ὡς „ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν", τὴν ἀρχὴν παραλαμβάνων | οὐχ ὡς οἴονταί τινες τὴν κατὰ χρόνον· p.6 M. χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου, ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν ἢ μετ’ αὐτόν· ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεώς ἐστιν ὁ χρόνος, προτέρα δὲ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἀναγκαῖον αὐτὴν ἢ ὕστερον ἢ ἅμα συνίστασθαι, ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι ἢ νεώτερον ἐκείνου· πρεσβύτερον δ’ ἀποφαίνεσθαι τολμᾶν ἀφιλόσοφον. εἰ δ’ ἀρχὴ μὴ παραλαμβάνεται τανῦν ἡ κατὰ χρόνον, εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ’ ἀριθμόν, ὡς τὸ „ἐν ἀρχῇ ἐποίησεν" ἴσον εἶναι τῷ πρῶτον ἐποίησε τὸν οὐρανόν· καὶ γὰρ εὔλογον τῷ ὄντι πρῶτον αὐτὸν εἰς γένεσιν ἐλθεῖν, ἄριστόν τε ὄντα τῶν γεγονότων κἀκ τοῦ καθαρωτάτου τῆς οὐσίας παγέντα, διότι θεῶν ἐμφανῶν τε καὶ αἰσθητῶν ἔμελλεν οἶκος ἔσεσθαι ἱερώτατος. καὶ γὰρ εἰ πάνθ’ ἅμα ὁ ποιῶν ἐποίει, τάξιν οὐδὲν ἧττον εἶχε τὰ καλῶς γινόμενα· καλὸν γὰρ οὐδὲν ἐν ἀταξίᾳ. 1 σύμπας οὗτος ὁ αἰσθητὸς V Eus: ὁ σύμπας αἰσθητὸς οὑτοσὶ ceteri, αἰσθητὸς om. B εἰ μείζων Eus: ἣ μείζων V, ὃς μείζων P, ὃς μεῖζον MAB, ὃ μεῖζον FGH 1. 2 τῆς ἀνθρωπίνης ἐστίν V Eus: ἐστὶ τῆς ἀνθρωπίνης ceteri 2 μείμημα V δῆλον ὅτι V: δῆλον δέ ὅτι, δηλονότι ceteri σφραγὶς αὐτοῦ MABP 3 νοητὸν εἶναι κόσμον VM Eus: κόσμον εἶναι νοητόν ABPF, εἶναι κόσμον νοητόν GH 3. 4 τὸ παράδειγμα — ἰδεῶν seclusi παράδειγμα, ἀρχέτυπος ἰδέα V Eus : ἀρχέτυπον παρἀδειγμα,- ἰδέα ceteri 4 εἴδεα et εἰδέων V θὄ (i. e. θεὸς) V, θεῷ Λ 5 φησὶν ὡς M δὲ ABP G τὴν ἀρχὴν V Eus : τὴν om. ceteri οἴονται corr. ex οἷόν τε V 7 μεθ’ αὐτόν (sic) V 8 ἐπεὶ V Eus: ἐπειδὴ ceteri διαστήματος M τῆς ora. M κόσμου] χρόνου H, οὐρανοῦ v κεινἡσεως γ’ προτέρου V: πρότερον δὲ F^us: δὲ ora. codd. 9 κεινουμἐνου κείνησις V ἀλλὰ AP, corr. ex ἀλλ’ V ἀλλ’ ἡ ἀναγκαῖον αὐτὴν ὕστερον Eus 10 ἆρα V καὶ om. FGH ἡ ἰσήλικα V, ἢ om. M τοῦ κόσμου ABPF 11 γεγονέναι] γενέσθαι ABP δὲ διαγ‘ιφαίνεσθαι M 11. 12 ἀφιλόσοφον τῷ ὄντι Η 12 λαμβάνεται G ἡ] ἢν V 14 τῳ] τὸ VF ἐποίησεν V Ι5 εἰς γένεσιν αὐτὸν GH κἀκ] καὶ VM 16 τὴν α οὐσίαν ABP θεῶν] θείων F ἐμφανῶν VM : ἐμφανῶν, ἀφανῶν ceteri 17 πάνθ’ ἅμα] πᾶν θαῦμα M 18 ἧττον om. G εἶχεν V ἐν om. V 6 Cliatcid. in Plut. Tim. cap. 276 . . . sed Origenes adseverat ita sibi ab Hebraeis esse per.suasum . . . initium minime temporarium dici; ueque enim tempus uUum fuisse ante raiindi exornationem dieique et nocturnas vices, quibus temjtoris spatia diraensa sunt. 18—9,2.3 DI’ fol. 334v ct DH fol. 262v Φίλωνος: καλὸν οὐδὲν - ἐπινοίαις τάξις δ’ ἀκολουθία καὶ εἱρμός ἐστι προηγουμένων τινῶν καὶ ἑπομένων, εἰ καὶ μὴ τοῖς ἀποτελέσμασιν, ἀλλά τοι ταῖς τῶν τεκταινομένων ἐπινοίαις· οὕτως γὰρ ἔμελλον ἠκριβῶσθαί τε καὶ ἀπλανεῖς εἶναι καὶ ἀσύγχυτοι. πρῶτον οὖν ὁ ποιῶν ἐποίησεν οὐρανὸν ἀσώματον καὶ γῆν ἀόρατον καὶ ἀέρος ἰδέαν καὶ κενοῦ· ὧν τὸ μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ φύσει, τὴν δ’ ἄβυσσον, πολύβυθον γὰρ τό γε κενὸν καὶ ἀχανές· εἶθ’ ὕδατος ἀσώματον οὐσίαν καὶ πνεύματος καὶ ἐπὶ πᾶσιν ἑβδόμου φωτός, ὃ πάλιν ἀσώματον ἦν καὶ νοητὸν ἡλίου παράδειγμα καὶ πάντων ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι. Προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς ἠξιοῦτο· τὸ μὲν γὰρ ὠνόμασε θεοῦ, διότι ζωτικώτατον τὸ πνεῦμα, ζωῆς δὲ θεὸς αἴτιος, τὸ δὲ φῶς φησιν ὅτι ὑπερβαλλόντως καλόν (Gen. 1,4)· τοσούτῳ γὰρ τὸ νοητὸν τοῦ ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον ὅσῳπερ ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς καὶ [τὰ κριτήρια] νοῦς, ὁ τῆς ὅλης ψυχῆς ἡγεμών, ὀφθαλμῶν σώματος.